Pular para o conteúdo

De aeternitate mundi

Philo of Alexandria · Parte 121

[121] τὴν δὲ Δῆλον καὶ Ἀνάφην ὠνόμασαν δι’ ἀμφοτέρων ὀνομάτων πιστούμενοι τὸ λεγόμενον, ἐπειδὴ γὰρ ἀναφανεῖσα δήλη ἐγένετο, ἀδηλουμένη καὶ ἀφανὴς οὖσα τὸ πάλαι. διὸ καὶ Πίνδαρος ἐπὶ τῆς Δήλου φησί· / "Χαῖρ’, ὦ θεοδμάτα, λιπαροπλοκάμου / παίδεσσι Λατοῦς ἱμεροέστατον ἔρνος, / πόντου θύγατερ, χθονὸς εὐρείας ἀκίνητον τέρας, ἅν τε βροτοὶ / Δᾶλον κικλῄσκουσιν, μάκαρες δ’ ἐν Ὀλύμπῳ τηλέφαντον κυανέας χθονὸς / ἄστρον.“ [75] [76] θυγατέρα γὰρ πόντου τὴν Δῆλον εἴρηκε τὸ λεχθὲν αἰνιττόμενος.