Pular para o conteúdo

De aeternitate mundi

Philo of Alexandria · Parte 120

[120] Καὶ μὴν ἥ γε θάλασσα, φασίν, ἤδη μεμείωται. μάρτυρες δ’ αἱ νήσων εὐδοκιμώταται Ῥόδος τε καὶ Δῆλος· αὗται γὰρ τὸ μὲν παλαιὸν ἠφανισμέναι κατὰ τῆς θαλάττης ἐδεδύκεσαν ἐπικλυζόμεναι, χρόνῳ δ’ ὕστερον ἐλαττουμένης ἠρέμα, κατ’ ὀλίγον ἀνίσχουσαι διεφάνησαν, ὡς αἱ περὶ αὐτῶν ἀναγραφεῖσαι μηνύουσιν ἱστορίαι.