Pular para o conteúdo

De aeternitate mundi

Philo of Alexandria · Parte 115

[115] ἀλλὰ τὰ μέρη μετατίθεσθαι; μενεῖ μὲν οὖν ἐν ὁμοίῳ τοὺς τόπους οὐκ ἐναλλάττοντα· οὐ γὰρ ἐποχήσεταί ποτε οὔτε ὕδατι πᾶσα γῆ οὔθ’ ὕδωρ ἀέρι οὔτε ἀὴρ πυρί, ἀλλὰ [71] [72] τὰ μὲν φύσει βαρέα, γῆ καὶ ὕδωρ, τὸν μέσον ἐφέξει τόπον, γῆς μὲν θεμελίου τρόπον ὑπερειδούσης, ὕδατος δ’ ἐπιπολάζοντος, ἀὴρ δὲ καὶ πῦρ, τὰ φύσει κοῦφα, [M.510] τὸν ἄνω, πλὴν οὐχ ὁμοίως· ἀὴρ γὰρ πυρὸς ὄχημα γέγονε, τὸ δ’ ἐποχούμενον ἐξ ἀνάγκης ὑπερφέρεται.