Pular para o conteúdo

De aeternitate mundi

Philo of Alexandria · Parte 114

[114] τῶν δὲ κατειλεγμένων τρόπων οὐδεὶς ἐφάπτεται τοῦ κόσμου τὸ παράπαν. ἐπεὶ καὶ τί φῶμεν; προστίθεσθαί τι τῷ κόσμῳ πρὸς ἀναίρεσιν; ἀλλ’ οὐδέν ἐστιν ἐκτός, ὃ μὴ μέρος γέγονεν αὐτοῦ ⟨τοῦ⟩ ὅλου· περιέχεται γὰρ καὶ κατακρατεῖται. ἀλλ’ ἀφαιρεῖσθαι; πρῶτον μὲν τὸ ἀφαιρεθὲν πάλιν κόσμος ἔσται, τοῦ νῦν βραχύτερος· ἔπειτα ⟨δ’⟩ ἀμήχανον ἔξω τι σῶμα τοῦ ὅλου διαρτηθὲν τῆς συμφυίας σκεδασθῆναι.