Pular para o conteúdo

De Abrahamo

Philo of Alexandria · Parte 73

[73] ἀλλὰ τί τούτων, εἴποι τις ἄν, ὄφελος ἦν, εἰ μὴ νοῦς ἀόρατος καθάπερ θαυματοποιὸς ἔνδοθεν ὑπήχει ταῖς ἑαυτοῦ δυνάμεσιν, ἃς τοτὲ μὲν ἀνιεὶς καὶ ἐπιχαλῶν τοτὲ δὲ ἀντισπῶν καὶ ἀνθέλκων βίᾳ κίνησιν ἐμμελῆ καὶ πάλιν ἡσυχίαν ἐμπαρεῖχε τοῖς θαυμασίοις; τοῦτο ἔχων παρὰ σεαυτῷ τὸ παράδειγμα ῥᾳδίως οὗ σφόδρα ποθεῖς λαβεῖν τὴν ἐπιστήμην κατανοήσεις.