[72] διὰ τοῦτο τὴν πρώτην ἀποικίαν ἀπὸ τῆς Χαλδαίων γῆς εἰς τὴν Χαρραίων λέγεται ποιήσασθαι. [cap.16] Χαρρὰν δὲ Ἑλληνιστὶ „τρῶγλαι“ λέγονται, κατὰ σύμβολον αἱ τῶν ἡμετέρων αἰσθήσεων χῶραι, δι’ ὧν ὥσπερ ὀπῶν ἑκάστη διακύπτειν πέφυκε πρὸς τὴν τῶν οἰκείων ἀντίληψιν.