Pular para o conteúdo

De Abrahamo

Philo of Alexandria · Parte 59

[59] αἱ μὲν γὰρ ἀνάντεις ὁδοὶ καματηραὶ καὶ βραδεῖαι, ἡ δὲ κατὰ πρανοῦς φορά, συρμὸν ἔχουσα τὸ πλέον ἢ κάθοδον, ταχεῖα καὶ ῥᾴστη. πολλὰ δὲ τὰ κάτω βιαζόμενα, ὧν οὐδὲν ὄφελος, ὅταν ἐκ τῶν αὑτοῦ δυνάμεων ἀνακρεμάσας τὴν ψυχὴν ὁ θεὸς ὁλκῇ δυνατωτέρᾳ πρὸς ἑαυτὸν ἐπισπάσηται.