Pular para o conteúdo

De Abrahamo

Philo of Alexandria · Parte 58

[58] ὅτῳ δὲ μὴ μόνον ἐξεγένετο τἄλλα ὅσα ἐν τῇ φύσει δι’ ἐπιστήμης καταλαμβάνειν, ἀλλὰ καὶ τὸν πατέρα καὶ ποιητὴν τῶν συμπάντων ὁρᾶν, ἐπ’ ἄκρον εὐδαιμονίας ἴστω προεληλυθώς· οὐδὲν γὰρ ἀνωτέρω θεοῦ, πρὸς ὃν εἴ τις τὸ τῆς ψυχῆς ὄμμα τείνας ἔφθακε, μονὴν εὐχέσθω καὶ στάσιν.