Pular para o conteúdo

De Abrahamo

Philo of Alexandria · Parte 45

[45] τότε δὴ τότε εὐθὺς ἐφθείρετο ὅσα σπαρτὰ καὶ δένδρα—φθείρει γὰρ ὡς ἔνδεια καὶ πλῆθος ἄμετρον—, ἔθνῃσκον δ’ αἱ μυρίαι τῶν ζῴων ἀγέλαι ἡμέρων ὁμοῦ καὶ ἀγρίων· ἦν γὰρ εἰκός, τοῦ κρατίστου γένους ἀνθρώπων ἀφανιζομένου, μηδὲν ὑπολειφθῆναι τῶν χειρόνων, ἐπεὶ καὶ πρὸς τὰς ἐκείνου χρείας ἐγένετο δοῦλα τρόπον τινὰ δεσποτικαῖς προστάξεσιν ὑπηρετήσοντα.