[44] πάντα γὰρ τὰ μέρη τῆς γῆς ἔδυ καθ’ ὕδατος, ὡς πᾶσαν καθηρπάσθαι καὶ τὸν κόσμον ἀκρωτηριασθέντα μεγάλῳ τμήματι τὸν παντελῆ καὶ ὁλόκληρον, ὃ μήτε εἰπεῖν μήτε νοῆσαι θέμις, [11] λελωβῆσθαι δοκεῖν. ἀλλὰ γὰρ καὶ ὁ ἀήρ, ἔξω μέρους βραχέος τοῦ κατὰ σελήνην, ἅπας ἀνήλωτο νικηθεὶς ὑπὸ τῆς τοῦ ὕδατος φορᾶς καὶ βίας, ὅπερ ἀνὰ κράτος τὴν ἐκείνου χώραν ἐπέσχε.