Pular para o conteúdo

De Abrahamo

Philo of Alexandria · Parte 251

[251] πρὸς δὲ τὸ ἀνύποπτον τῆς ζηλοτυπίας ἐμήν, εἰ βούλει, θεράπαιναν ἀγαγοῦ, τὸ μὲν σῶμα δούλην, ἐλευθέραν δὲ καὶ εὐγενῆ τὴν διάνοιαν, ἧς ἐκ πολλῶν χρόνων πεῖραν ἔλαβον καὶ βάσανον, ἀφ’ ἧς ἡμέρας τὸ πρῶτον εἰς τὴν ἐμὴν οἰκίαν ἤχθη, γένος μὲν Αἰγυπτίαν, τὴν δὲ προαίρεσιν Ἑβραίαν.