Pular para o conteúdo

De Abrahamo

Philo of Alexandria · Parte 250

[250] οὗ χάριν οὐχ ὑπερθήσομαι νυμφοστολεῖν ὡς τὸ ἐνδέον ἐμοὶ μέλλουσαν ἐκπληροῦν· καὶ εἴ γε ἀπαντήσειαν αἱ περὶ σπορᾶς τέκνων εὐχαί, σὰ μὲν ἔσται τὰ γεννώμενα γνήσια, θέσει δὲ πάντως ἐμά.