[166] διὸ καὶ παγκάλως „μικράν“ τε καὶ „οὐ μικρὰν“ (cf. Gen. 19, 20) τὴν πόλιν ταύτην οἱ χρησμοὶ διασυνιστᾶσιν αἰνιττόμενοι τὴν ὅρασιν· μικρὰ μὲν γὰρ λέγεται εἶναι, διότι βραχὺ μέρος τῶν ἐν ἡμῖν ἐστι, μεγάλη δέ, διότι μεγάλων ἐφίεται τὸν σύμπαντα οὐρανὸν καὶ κόσμον γλιχομένη καταθεάσασθαι.