[165] μίαν οὖν ὥσπερ ἐκ πενταπόλεως τῶν πέντε αἰσθήσεων τὴν ὅρασιν ἐξαιρέτου γέρως τυχεῖν ἁρμόττον ἦν καὶ φθειρομένων τῶν ἄλλων διαμένειν, ὅτι οὐ περὶ τὰ θνητὰ εἱλεῖται μόνον ὡς ἐκεῖναι, μετανίστασθαι δὲ πρὸς τὰς ἀφθάρτους φύσεις ἀξιοῖ χαίρουσα τῇ θέᾳ τούτων.