Capítulo 11
[3.11.1] εἰσί τινες ὡς ἐκ νόμου διατεταγμέναι κολάσεις τοῖς ἀπειθοῦσι τῇ θείᾳ διοικήσει·
[3.11.2] “ὃς ἂν ἄλλο τι ἡγήσηται ἀγαθὸν παρὰ τὰ προαιρετικά, φθονείτω, ἐπιθυμείτω, κολακευέτω, ταρασσέσθω· ὃς ἂν ἄλλο κακόν, λυπείσθω, πενθείτω, θρηνείτω, δυστυχείτω.”
[3.11.3] καὶ ὅμως οὕτως πικρῶς κολαζόμενοι ἀποστῆναι οὐ δυνάμεθα.
[3.11.4] μέμνησο, τί λέγει ὁ ποιητὴς περὶ τοῦ ξένου· “ ξεῖνʼ, οὔ μοι θέμις ἔστʼ[ι καὶ], οὐδʼ εἰ κακίων σέθεν ⟨ἔλθοι,⟩ ⟨ξεῖνον ἀτιμῆσαι· πρὸς γὰρ Διός εἰσιν ἅπα⟩ντες ξεῖνοί τε πτωχοί τε.”
[3.11.5] τοῦτο οὖν καὶ ἐπὶ πατρὸς πρόχειρον ἔχειν· οὔ μοι θέμις ἔστʼ οὐδʼ εἰ κακίων σέθεν ἔλθοι, πατέρʼ ἀτιμῆσαι· πρὸς γὰρ Διός εἰσιν ἅπαντες τοῦ Πατρῴου·
[3.11.6] καὶ ἐπʼ ἀδελφῷ· πρὸς γὰρ Διός εἰσιν ἅπαντες τοῦ Ὁμογνίου. καὶ οὕτως κατὰ τὰς ἄλλας σχέσεις εὑρήσομεν ἐπόπτην τὸν Δία.