Pular para o conteúdo

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Epictetus · Capítulo 10

Capítulo 10

[3.10.1] ἑκάστου δόγματος ὅταν ἡ χρεία παρῇ, πρόχειρον αὐτὸ ἔχειν δεῖ· ἐπʼ ἀρίστῳ τὰ περὶ ἀρίστου, ἐν βαλανείῳ τὰ περὶ βαλανείου, ἐν κοίτῃ τὰ περὶ κοίτης.

[3.10.2] “ μηδʼ ὕπνον μαλακοῖσιν ἐπʼ ὄμμασι προσδέξασθαι, πρὶν τῶν ἡμερινῶν ἔργων λογίσασθαι ἕκαστα· ”

[3.10.3] “ πῇ παρέβην; τί δʼ ἔρεξα; τί μοι δέον οὐ τετέλεσται; ἀρξάμενος δʼ ἀπὸ τοῦδε ἐπέξιθι· καὶ μετέπειτα δειλὰ μὲν ῥέξας ἐπιπλήσσεο, χρηστὰ δὲ τέρπου.”

[3.10.4] καὶ τούτους τοὺς στίχους κατέχειν χρηστικῶς, οὐχ ἵνα διʼ αὐτῶν ἀναφωνῶμεν, ὡς διὰ τοῦ Παιὰν Ἄπολλον. πάλιν ἐν πυρετῷ τὰ πρὸς τοῦτο·

[3.10.5] μή, ἂν πυρέξωμεν, ἀφιέναι πάντα καὶ ἐπιλανθάνεσθαι· “ἂν ἐγὼ ἔτι φιλοσοφήσω, ὃ θέλει γινέσθω. πού ποτʼ ἀπελθόντα τοῦ σωματίου ἐπιμελεῖσθαι ”

[3.10.6] εἴ τε καὶ πυρετὸς οὐκ ἔρχεται. τὸ δὲ φιλοσοφῆσαι τί ἐστιν; οὐχὶ παρασκευάσασθαι πρὸς τὰ συμβαίνοντα; οὐ παρακολουθεῖς οὖν, ὅτι τοιοῦτόν τι λέγεις “ἂν ἔτι ἐγὼ παρασκευάσωμαι πρὸς τὸ πρᾴως φέρειν τὰ συμβαίνοντα, ὃ θέλει γινέσθω;” οἷον εἴ τις πληγὰς λαβὼν ἀποσταίη τοῦ παγκρατιάζειν.

[3.10.7] ἀλλʼ ἐκεῖ μὲν ἔξεστι καταλῦσαι καὶ μὴ δέρεσθαι, ἐνθάδε δʼ ἂν καταλύσωμεν φιλοσοφοῦντες, τί ὄφελος; τί οὖν δεῖ λέγειν αὐτὸν ἐφʼ ἑκάστου τῶν τραχέων; ὅτι “ἕνεκα τούτου ἐγυμναζόμην, ἐπὶ τοῦτο ἤσκουν.”

[3.10.8] ὁ θεός σοι λέγει “δός μοι ἀπόδειξιν, εἰ νομίμως ἤθλησας, εἰ ἔφαγες ὅσα δεῖ, εἰ ἐγυμνάσθης, εἰ τοῦ ἀλείπτου ἤκουσας·” εἶτʼ ἐπʼ αὐτοῦ τοῦ ἔργου καταμαλακίζῃ; νῦν τοῦ πυρέττειν καιρός ἐστιν, τοῦτο καλῶς γινέσθω· τοῦ διψᾶν, δίψα καλῶς· τοῦ πεινᾶν, πείνα καλῶς.

[3.10.9] οὐκ [ἐξ]ἔστιν ἐπὶ σοί; τίς σε κωλύσει; ἀλλὰ πιεῖν μὲν κωλύσει ὁ ἰατρός, καλῶς δὲ διψᾶν οὐ δύναται· καὶ φαγεῖν μὲν κωλύσει, πεινᾶν δὲ καλῶς οὐ δύναται.

[3.10.10] ἀλλʼ οὐ φιλολογῶ;— τίνος δʼ ἕνεκα φιλολογεῖς; ἀνδράποδον, οὐχ ἵνα εὐροῇς; οὐχ ἵνα εὐσταθῇς; οὐχ ἵνα κατὰ φύσιν ἔχῃς καὶ διεξάγῃς;

[3.10.11] τί κωλύει πυρέσσοντα κατὰ φύσιν ἔχειν τὸ ἡγεμονικόν; ἐνθάδʼ ὁ ἔλεγχος τοῦ πράγματος, ἡ δοκιμασία τοῦ φιλοσοφοῦντος. μέρος γάρ ἐστι καὶ τοῦτο τοῦ βίου, ὡς περίπατος, ὡς πλοῦς, ὡς ὁδοιπορία, οὕτως καὶ πυρετός.

[3.10.12] μή τι περιπατῶν ἀναγιγνώσκεις; — οὔ. — οὕτως οὐδὲ πυρέσσων. ἀλλʼ ἂν καλῶς περιπατῇς, ἔχεις τὸ τοῦ περιπατοῦντος· ἂν καλῶς πυρέξῃς, ἔχεις τὰ τοῦ πυρέσσοντος.

[3.10.13] τί ἐστι καλῶς πυρέσσειν; μὴ θεὸν μέμψασθαι, μὴ ἄνθρωπον, μὴ θλιβῆναι ὑπὸ τῶν γινομένων, εὖ καὶ καλῶς προσδέχεσθαι τὸν θάνατον, ποιεῖν τὰ προστασσόμενα· ὅταν ὁ ἰατρὸς εἰσέρχηται, μὴ φοβεῖσθαι, τί εἴπῃ, μηδʼ ἂν εἴπῃ “κομψῶς ἔχεις,” ὑπερχαίρειν· τί γάρ σοι ἀγαθὸν εἶπεν; ὅτε γὰρ ὑγίαινες, τί σοι ἦν ἀγαθόν;

[3.10.14] μηδʼ ἂν εἴπῃ “κακῶς ἔχεις,” ἀθυμεῖν· τί γάρ ἐστι τὸ κακῶς ἔχειν; ἐγγίζειν τῷ διαλυθῆναι τὴν ψυχὴν ἀπὸ τοῦ σώματος. τί οὖν δεινόν ἐστιν; ἐὰν νῦν μὴ ἐγγίσῃς, ὕστερον οὐκ ἐγγιεῖς; ἀλλὰ ὁ κόσμος μέλλει ἀνατρέπεσθαι σοῦ ἀποθανόντος;

[3.10.15] τί οὖν κολακεύεις τὸν ἰατρόν; τί λέγεις “ἐὰν σὺ θέλῃς, κύριε, καλῶς ἕξω;” τί παρέχεις αὐτῷ ἀφορμὴν τοῦ ἐπᾶραι ὀφρῦν; οὐχὶ δὲ τὴν αὑτοῦ ἀξίαν αὐτῷ ἀποδίδως, ὡς σκυτεῖ περὶ τὸν πόδα, ὡς τέκτονι περὶ τὴν οἰκίαν, οὕτως καὶ τῷ ἰατρῷ περὶ τὸ σωμάτιον, τὸ οὐκ ἐμόν, τὸ φύσει νεκρόν; τούτων ὁ καιρός ἐστι τῷ πυρέσσοντι· ἂν ταῦτα ἐκπληρώσῃ, ἔχει τὰ αὑτοῦ.

[3.10.16] οὐ γάρ ἐστιν ἔργον τοῦ φιλοσόφου ταῦτα ⟨τὰ⟩ ἐκτὸς τηρεῖν, οὔτε ⟨τὸ⟩ οἰνάριον οὔτε τὸ ἐλάδιον οὔτε τὸ σωμάτιον, ἀλλὰ τί; τὸ ἴδιον ἡγεμονικόν. τὰ δʼ ἔξω πῶς; μέχρι τοῦ μὴ ἀλογίστως κατὰ ταῦτα ἀναστρέφεσθαι.

[3.10.17] ποῦ οὖν ἔτι καιρὸς τοῦ φοβεῖσθαι; ποῦ οὖν ἔτι καιρὸς ὀργῆς; ποῦ φόβου περὶ τῶν ἀλλοτρίων, περὶ τῶν μηδενὸς ἀξίων;

[3.10.18] δύο γὰρ ταῦτα πρόχειρα ἔχειν δεῖ· ὅτι ἔξω τῆς προαιρέσεως οὐδέν ἐστιν οὔτε ἀγαθὸν οὔτε κακὸν καὶ ὅτι οὐ δεῖ προηγεῖσθαι τῶν πραγμάτων, ἀλλʼ ἐπακολουθεῖν.

[3.10.19] “οὐκ ἔδει οὕτως μοι προσενεχθῆναι τὸν ἀδελφόν.” οὔ· ἀλλὰ τοῦτο μὲν ἐκεῖνος ὄψεται. ἐγὼ δʼ, ὡς ἂν προσενεχθῇ, αὐτὸς ὡς δεῖ χρήσομαι τοῖς πρὸς ἐκεῖνον.

[3.10.20] τοῦτο γὰρ ἐμόν ἐστιν, ἐκεῖνο δʼ ἀλλότριον· τοῦτο οὐδεὶς κωλῦσαι δύναται, ἐκεῖνο κωλύεται.