Pular para o conteúdo

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Epictetus · Capítulo 4

Capítulo 4

[2.4.1] λέγοντος αὐτοῦ ὅτι Ὁ ἄνθρωπος πρὸς πίστιν γέγονεν καὶ τοῦτο ὁ ἀνατρέπων ἀνατρέπει τὸ ἴδιον τοῦ ἀνθρώπου ἐπεισῆλθέν τις τῶν δοκούντων φιλολόγων, ὃς κατείληπτό ποτε μοιχὸς ἐν τῇ πόλει.

[2.4.2] ὁ δʼ Ἀλλʼ ἄν, φησίν, ἀφέντες τοῦτο τὸ πιστόν, πρὸς ὃ πεφύκαμεν, ἐπιβουλεύωμεν τῇ γυναικὶ τοῦ γείτονος, τί ποιοῦμεν; τί γὰρ ἄλλο ἢ ἀπόλλυμεν καὶ ἀναιροῦμεν; τίνα; τὸν πιστόν, τὸν αἰδήμονα, τὸν ὅσιον.

[2.4.3] ταῦτα μόνα; γειτνίασιν δʼ οὐκ ἀναιροῦμεν, φιλίαν δʼ οὔ, πόλιν δʼ οὔ; εἰς τίνα δὲ χώραν αὑτοὺς κατατάσσομεν; ὡς τίνι σοι χρῶμαι, ἄνθρωπε; ὡς γείτονι, ὡς φίλῳ; ποίῳ τινί; ὡς πολίτῃ; τί σοι πιστεύσω;

[2.4.4] εἶτα σκευάριον μὲν εἰ ἦς οὕτως σαπρόν, ὥστε σοι πρὸς μηδὲν δύνασθαι χρῆσθαι, ἔξω ἂν ἐπὶ τὰς κοπρίας ἐρρίπτου καὶ οὐδʼ ἐκεῖθεν ἄν τίς σε ἀνῃρεῖτο·

[2.4.5] εἰ δʼ ἄνθρωπος ὢν οὐδεμίαν χώραν δύνασαι ἀποπληρῶσαι ἀνθρωπικήν, τί σε ποιήσομεν; ἔστω γάρ, φίλου οὐ δύνασαι τόπον ἔχειν· δούλου δύνασαι; καὶ τίς σοι πιστεύσει; οὐ θέλεις οὖν ῥιφῆναί που καὶ αὐτὸς ἐπὶ κοπρίαν ὡς σκεῦος ἄχρηστον, ὡς κόπριον;

[2.4.6] εἶτα ἐρεῖς “οὐδείς μου ἐπιστρέφεται, ἀνθρώπου φιλολόγου;” κακὸς γὰρ εἶ καὶ ἄχρηστος. οἷον εἰ οἱ σφῆκες ἠγανάκτουν, ὅτι οὐδεὶς αὐτῶν ἐπιστρέφεται, ἀλλὰ φεύγουσι πάντες κἄν τις δύνηται, πλήξας κατέβαλεν.

[2.4.7] σὺ κέντρον ἔχεις τοιοῦτον, ὥστε ὃν ἂν πλήξῃς εἰς πράγματα καὶ ὀδύνας ἐμβάλλειν. τί σε θέλεις ποιήσωμεν; οὐκ ἔχεις ποῦ τεθῇς.

[2.4.8] τί οὖν; οὐκ εἰσὶν αἱ γυναῖκες κοιναὶ φύσει; κἀγὼ λέγω. καὶ γὰρ τὸ χοιρίδιον κοινὸν τῶν κεκλημένων· ἀλλʼ ὅταν μέρη γένηται, ἄν σοι φανῇ, ἀνάρπασον ἀπελθὼν τὸ τοῦ παρακατακειμένου μέρος, λάθρᾳ κλέψον ἢ παρακαθεὶς τὴν χεῖρα λίχνευε, κἂν μὴ δύνῃ τοῦ κρέως ἀποσπάσαι, λίπαινε τοὺς δακτύλους καὶ περίλειχε. καλὸς συμπότης καὶ σύνδειπνος Σωκρατικός.

[2.4.9] ἄγε, τὸ δὲ θέατρον οὐκ ἔστι κοινὸν τῶν πολιτῶν; ὅταν οὖν καθίσωσιν, ἐλθών, ἄν σοι φανῇ, ἔκβαλέ τινα αὐτῶν.

[2.4.10] οὕτως καὶ αἱ γυναῖκες φύσει κοιναί. ὅταν δʼ ὁ νομοθέτης ὡς ἑστιάτωρ διέλῃ αὐτάς, οὐ θέλεις καὶ αὐτὸς ἴδιον μέρος ζητεῖν, ἀλλὰ τὸ ἀλλότριον ὑφαρπάζεις καὶ λιχνεύεις;

[2.4.11] “ἀλλὰ φιλόλογός εἰμι καὶ Ἀρχέδημον νοῶ.” Ἀρχέδημον τοίνυν νοῶν μοιχὸς ἴσθι καὶ ἄπιστος καὶ ἀντὶ ἀνθρώπου λύκος ἢ πίθηκος. τί γὰρ κωλύει;