Pular para o conteúdo

Ἀρριανοῦ τῶν Ἐπικτήτου Διατριβῶν

Epictetus · Capítulo 3

Capítulo 3

[2.3.1] καλῶς ὁ Διογένης πρὸς τὸν ἀξιοῦντα γράμματα παρʼ αὐτοῦ λαβεῖν συστατικὰ “ὅτι μὲν ἄνθρωπος,” φησίν, “εἶ, καὶ ἰδὼν γνώσεται· εἰ δʼ ἀγαθὸς ἢ κακός, εἰ μὲν ἔμπειρός ἐστι διαγνῶναι τοὺς ἀγαθοὺς καὶ κακούς, γνώσεται, εἰ δʼ ἄπειρος, οὐδʼ ἂν μυριάκις γράψω αὐτῷ.”

[2.3.2] ὅμοιον γὰρ ὥσπερ εἰ δραχμὴ συσταθῆναί τινι ἠξίου, ἵνα δοκιμασθῇ. εἰ ἀργυρογνωμονικός ἐστιν, σὺ σαυτὴν συστήσεις.

[2.3.3] ἔδει οὖν τοιοῦτόν τι ἔχειν ἡμᾶς καὶ ἐν τῷ βίῳ οἷον ἐπʼ ἀργυρίου, ἵνʼ εἰπεῖν δύνωμαι καθάπερ ὁ ἀργυρογνώμων λέγει “φέρε ἣν θέλεις δραχμὴν καὶ διαγνώσομαι.”

[2.3.4] ἀλλʼ ἐπὶ συλλογισμῶν “φέρε ὃν θέλεις καὶ διακρινῶ σοι τὸν ἀναλυτικόν τε καὶ μή.” διὰ τί; οἶδα γὰρ ἀναλύειν συλλογισμούς· ἔχω τὴν δύναμιν, ἣν ἔχειν δεῖ τὸν ἐπιγνωστικὸν τῶν περὶ συλλογισμοὺς κατορθούντων.

[2.3.5] ἐπὶ δὲ τοῦ βίου τί ποιῶ; νῦν μὲν λέγω ἀγαθόν, νῦν δὲ κακόν. τί τὸ αἴτιον; τὸ ἐναντίον ἢ ἐπὶ τῶν συλλογισμῶν, ἀμαθία καὶ ἀπειρία.