Ἐμπεδοκλῆς: Ἀποσπάσματα
fr. 1 [112DK]
ὦ φίλοι, οἳ μέγα ἄστυ κάτα ξανθοῦ Ἀκράγαντος
ναίετ’ ἄν’ ἄκρα πόλεος, ἀγαθών μελεδήμονες ἔργων,
<ξείνων αἰδοῖοι λιμένες κακότητος ἄπειροι,>
χαίρετ’· ἐγώ δ’ ὑμῖν θεὸς ἄμβροτος, οὐκέτι θνητός
πωλεῦμαι μετὰ πᾶσι τετιμένος, ὥσπερ ἔοικα, [5]
ταινίαις τε περίστεπτος στέφεσίν τε θαλείοις·
πᾶσι δ’ ἅμ’ εὖτ’ ἂν ἵκωμαι ἐς ἄστεα τηλεθάοντα,
ἀνδράσιν ἠδὲ γυναιξὶ σεβίζομαι· οἱ δ’ ἅμ’ ἕπονται
μυρίοι ἐξερέοντες ὅπῃ πρὸς κέρδος ἀταρπός,
οἱ μὲν μαντοσυνέων κεχρημένοι, οἱ δ’ ἐπὶ νούσων [10]
παντοίων ἐπύθοντο κλύειν εὐηκέα βάξιν,
δηρὸν δὴ χαλεπῇσι πεπαρμένοι <ἀμφ’ ὀδύνῃσιν>.
fr. 2 [113DK]
ἀλλὰ τί τοῖσδ’ ἐπίκειμ’ ὡσεὶ μέγα χρῆμά τι πράσσων,
εἰ θνητῶν περίειμι πολυφθερέων ἀνθρώπων;
fr. 3 [114DK]
ὦ φίλοι, οἶδα μὲν οὕνεκ’ ἀληθείη πάρα μύθοις,
οὓς ἐγὼ ἐξερέω· μάλα δ’ ἀργαλέη γε τέτυκται
ἀνδράσι καὶ δύσζηλος ἐπὶ φρένα πίστιος ὁρμή.
fr. 4 [2DK]
στεινωποὶ μὲν γὰρ παλάμαι κατὰ γυῖα κέχυνται,
πολλὰ δὲ δείλ’ ἔμπαια, τά τ’ ἀμβλύνουσι μέριμνας.
παῦρον δ’ ἐν ζωῇσι βίου μέρος ἀθρήσαντες
ὠκύμοροι καπνοῖο δίκην ἀρθέντες ἀπέπταν,
αὐτὸ μόνον πεισθέντες ὅτῳ προσέκυρσεν ἕκαστος, [5]
πάντοσ’ ἐλαυνόμενοι, τὸ δ’ ὅλον <πᾶς> εὔχεται εὑρεῖν·
οὕτως οὔτ’ ἐπιδερκτὰ τάδ’ ἀνδράσιν οὔτ’ ἐπακουστά
οὔτε νόῳ περιληπτά. σὺ <δ’> οὖν, ἐπεὶ ὧδ’ ἐλιάσθης,
πεύσεαι· οὐ πλεῖόν γε βροτείη μῆτις ὄρωρεν.
fr. 5 [3DK]
ἀλλὰ θεοὶ τῶν μὲν μανίην ἀποτρέψατε γλώσσης,
ἐκ δ’ ὁσίων στομάτων καθαρὴν ὀχετεύσατε πηγήν·
καὶ σέ, πολυμνήστη λευκώλενε παρθένε μοῦσα,
ἄντομαι, ὧν θέμις ἐστὶν ἐφημερίοισιν ἀκούειν,
πέμπε παρ’ Εὐσεβίης ἐλάουσ’ εὐήνιον ἅρμα. [5]
fr. 6 [1DK]
Παυσανίη, σὺ δὲ κλῦθι, δαΐφρονος Ἀγχίτεω υἱέ
fr. 7 [3DK]
μηδέ σέ γ’ εὐδόξοιο βιήσεται ἄνθεα τιμῆς
πρὸς θνητῶν ἀνελέσθαι, ἐφ’ ᾧ θ’ ὁσίης πλέον εἰπεῖν
θάρσεϊ, καὶ τότε δὴ σοφίης ἐπ’ ἄκροισι θοάζειν.
ἀλλ’ ἄγ’ ἄθρει πάσῃ παλάμῃ πῇ δῆλον ἕκαστον,
μήτε τιν’ ὄψιν ἔχων πιστὴν πλέον ἢ κατ’ ἀκουήν [5]
ἢ ἀκοὴν ἐρίδουπον ὑπὲρ τρανώματα γλώσσης,
μήτε τι τῶν ἄλλων, ὁπόσῃ πόρος ἐστὶ νοῆσαι,
γυίων πίστιν ἔρυκε, νόει δ’ ᾗ δῆλον ἕκαστον.
fr. 8 [111DK]
φάρμακα δ’ ὅσσα γεγᾶσι κακῶν καὶ γήραος ἄλκαρ
πεύσῃ, ἐπεὶ μούνῳ σοι ἐγὼ κρανέω τάδε πάντα.
παύσεις δ’ ἀκαμάτων ἀνέμων μένος οἵ τ’ ἐπὶ γαῖαν
ὀρνύμενοι πνοιαῖσι καταφθινύθουσιν ἀρούρας·
καὶ πάλιν, ἢν κ’ ἐθέλῃσθα, παλίντιτα πνεύματ’ ἐπάξεις· [5]
θήσεις δ’ ἐξ ὄμβροιο κελαινοῦ καίριον αὐχμόν
ἀνθρώποις, θήσεις δὲ καὶ ἐξ αὐχμοῖο θερείου
ῥεύματα δενδρεόθρεπτα, τά τ’ αἰθέρι ναιετάουσι,
ἄξεις δ’ ἐξ Ἀίδαο καταφθιμένου μένος ἀνδρός.
fr. 9 [5DK]
στεγάσαι φρενὸς ἔλλοπος εἴσω
fr. 10 [4DK]
ἀλλὰ κακοῖς μὲν κάρτα πέλει κρατέουσιν ἀπιστεῖν.
ὡς δὲ παρ’ ἡμετέρης κέλεται πιστώματα μούσης
γνῶθι διατμηθέντος ἐνὶ σπλάγχνοισι λόγοιο
fr. 11 [131DK]
εἰ γὰρ ἐφημερίων ἕνεκέν τινος, ἄμβροτε μοῦσα,
ἡμετέρας μελέτας <ἅδε τοι> διὰ φροντίδος ἐλθεῖν,
εὐχομένῳ νῦν αὖτε παρίστασο, Καλλιόπεια,
ἀμφὶ θεῶν μακάρων ἀγαθὸν λόγον ἐμφαίνοντι.
fr. 12 [6DK]
τέσσαρα γὰρ πάντων ῥιζώματα πρῶτον ἄκουε·
Ζεὺς ἀργὴς Ἥρη τε φερέσβιος ἠδ’ Ἀϊδωνεύς,
Νῆστις θ’ ἣ δακρύοις τέγγει κρούνωμα βρότειον
fr. 13 [7DK]
ἀγέννητα
fr. 14 [12DK]
ἐκ γὰρ τοῦ μὴ ἐόντος ἀμήχανόν ἐστι γενέσθαι,
καί τ’ ἐὸν ἐξαπολέσθαι ἀνήνυστον καὶ ἄπυστον·
αἰεὶ γὰρ τῇ γ’ ἔσται, ὅπῃ κέ τις αἰὲν ἐρείδῃ
fr. 15 [8DK]
ἄλλο δέ τοι ἐρέω· φύσις οὐδενός ἐστιν ἁπάντων
θνητῶν, οὐδέ τις οὐλομένου θανάτοιο τελευτή,
ἀλλὰ μόνον μίξις τε διάλλαξίς τε μιγέντων
ἐστί, φύσις δ’ ἐπὶ τοῖς ὀνομάζεται ἀνθρώποισιν
fr. 16 [10DK]
<καὶ> θάνατος ἀλοίτης
fr. 17 [9DK]
οἱ δ’ ὅτε μὲν κατὰ φῶτα μιγέντ’ εἰς αἰθέρ’ ἵ<κωνται>
ἢ κατὰ θηρῶν ἀγροτέρων γένος ἢ κατὰ θάμνων
ἠὲ κατ’ οἰωνῶν, τότε μὲν τό<δε φασὶ> γενέσθαι,
εὖτε δ’ ἀποκρινθῶσι, τόδ’ αὖ δυσδαίμονα πότμον·
οὐ θέμις ᾗ καλέουσι, νόμῳ δ’ ἐπίφημι καὶ αὐτός [5]
fr. 18 [11DK]
νήπιοι· οὐ γάρ σφιν δολιχόφρονές εἰσι μέριμναι,
οἳ δὴ γίγνεσθαι πάρος οὐκ ἐὸν ἐλπίζουσιν
ἤ τι καταθνῄσκειν τε καὶ ἐξόλλυσθαι ἁπάντῃ
fr. 19 [15DK]
οὐκ ἂν ἀνὴρ τοιαῦτα σοφὸς φρεσὶ μαντεύσαιτο,
ὡς ὄφρα μέν τε βιῶσι, τὸ δὴ βίοτον καλέουσι,
τόφρα μὲν οὖν εἰσιν, καί σφιν πάρα δειλὰ καὶ ἐσθλά,
πρὶν δὲ πάγεν τε βροτοὶ καὶ <ἐπεὶ> λύθεν, οὐδὲν ἄρ’ εἰσιν
fr. 20 [16DK]
ἔ<στ>ι γὰρ ὡς πάρος ἦν <τε> καὶ ἔσσεται, οὐδέ ποτ’ οἴω
τούτων ἀμφοτέρων κενεώσεται ἄσπετος αἰών
fr. 21 [14DK]
τοῦ παντὸς δ’ οὐδὲν κενεόν· πόθεν οὖν τί κ’ ἐπέλθοι;
fr. 22 [17DK]
δίπλ’ ἐρέω· τοτὲ μὲν γὰρ ἓν ηὐξήθη μόνον εἶναι
ἐκ πλεόνων, τοτὲ δ’ αὖ διέφυ πλέον’ ἐξ ἑνὸς εἶναι.
δοιὴ δὲ θνητῶν γένεσις, δοιὴ δ’ ἀπόλειψις· (235)
τὴν μὲν γὰρ πάντων σύνοδος τίκτει τ’ ὀλέκει τε,
ἡ δὲ πάλιν διαφυομένων θρεφθεῖσα διέπτη. [5]
καὶ ταῦτ’ ἀλλάσσοντα διαμπερὲς οὐδαμὰ λήγει,
ἄλλοτε μὲν Φιλότητι συνερχόμεν’ εἰς ἓν ἅπαντα,
ἄλλοτε δ’ αὖ δίχ’ ἕκαστα φορεύμενα Νείκεος ἔχθει. (240)
<οὕτως ᾗ μὲν ἓν ἐκ πλεόνων μεμάθηκε φύεσθαι> (240a)
ἠδὲ πάλιν διαφύντος ἑνὸς πλέον’ ἐκτελέθουσι, [10]
τῇ μὲν γίγνονταί τε καὶ οὔ σφισιν ἔμπεδος αἰών·
ᾗ δὲ διαλλάσσοντα διαμπερὲς οὐδαμὰ λήγει,
ταύτῃ δ’ αἰὲν ἔασιν ἀκίνητοι κατὰ κύκλον.
ἀλλ’ ἄγε μύθων κλῦθι, μάθη γάρ τοι φρένας αὔξει· (245)
ὡς γὰρ καὶ πρὶν ἔειπα πιφαύσκων πείρατα μύθων, [15]
δίπλ’ ἐρέω· τοτὲ μὲν γὰρ ἓν ηὐξήθη μόνον εἶναι
ἐκ πλεόνων, τοτὲ δ’ αὖ διέφυ πλέον’ ἐξ ἑνὸς εἶναι,
πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ ἠέρος ἄπλετον ὕψος·
Νεῖκός τ’ οὐλόμενον δίχα τῶν ἀτάλαντον ἁπάντῃ, (250)
καὶ Φιλότης ἐν τοῖσιν, ἴση μῆκός τε πλάτος τε· [20]
τὴν σὺ νόῳ δέρκευ, μηδ’ ὄμμασιν ἧσο τεθηπώς·
ἥτις καὶ θνητοῖσι νομίζεται ἔμφυτος ἄρθροις,
τῇ τε φίλα φρονέουσι καὶ ἄρθμια ἔργα τελοῦσι,
Γηθοσύνην καλέοντες ἐπώνυμον ἠδ’ Ἀφροδίτην· (255)
τὴν οὔ τις μετὰ τοῖσιν ἑλισσομένην δεδάηκε [25]
θνητὸς ἀνήρ· σὺ δ’ ἄκουε λόγου στόλον οὐκ ἀπατηλόν.
ταῦτα γὰρ ἶσά τε πάντα καὶ ἥλικα γένναν ἔασι,
τιμῆς δ’ ἄλλης ἄλλο μέδει, πάρα δ’ ἦθος ἑκάστῳ,
ἐν δὲ μέρει κρατέουσι περιπλομένοιο χρόνοιο. (260)
καὶ πρὸς τοῖς οὐδ’ ἄρ τι ἐπιγίγνεται οὐδ’ ἀπολήγει· [30]
εἴ τε γὰρ ἐφθείροντο διαμπερές, οὐκ ἂν ἔτ’ ἦσαν.
τοῦτο δ’ ἐπαυξήσειε τὸ πᾶν τί κε, καὶ πόθεν ἐλθόν;
πῇ δέ κε κἀξαπόλοιτο, ἐπεὶ τῶνδ’ οὐδὲν ἐρῆμον;
ἀλλ’ αὔτ’ ἔστιν ταῦτα, δι’ ἀλλήλων δὲ θέοντα (265)
γίγνεται ἄλλοτε ἄλλα καὶ ἠνεκὲς αἰὲν ὁμοῖα. [35]
συνερχό]μεθ’ εἰς ἕνα κόσμον,
διέφυ πλέ]ον’ ἐξ ἑνὸς εἶναι,
ἐξ ὧν πάνθ’ ὅσα τ’ ἦν ὅσα τ’ ἔσθ’ ὅσα τ’ ἔσσετ’ ὀπίσσω,
δένδρεά τ’ ἐβλάστησε καὶ ἀνέρες ἠδε γυναῖκες (270)
θῆρές τ’ οἰωνοί τε καὶ ὑδατοθρέμμονες ἰχθῦς [40]
καί τε θεοὶ δολιχαίωνες τιμῇσι φέριστοι.
ἐ]ν τῇ δ’ ἀίσσοντα [διαμπ]ερὲς οὐδ[αμὰ λήγει
π]υκνῇσιν δίνῃσ[ιν ]τ
ν]ωλεμές, οὐδέ πο[τ’ (275)
πολλ]οὶ δ’ αἰῶνες πρότερ[οι [45]
πρὶν] τούτων μεταβῆνα[ι
πά]ντῃ δ’ ἀίσσον[τ]α διαμ[περὲς οὐδαμὰ λήγει·
οὔ]τε γὰρ ἠέλιος τ ν
ὁρ]μῆ<ι> τῇδε γέμου[σά (280)
οὔ]τε τι τῶν ἄλλων [50]
ἀλ]λὰ μεταλλάσσον[τ’ ἀίσσ]ει κύκλῳ [ἅπαντα.
δὴ τό]τε μὲν γὰρ γαῖ’ [ἀβ]άτη θέει ἠελ[ίου τε
τόσην δὴ κα[ί νυν] ἐπ’ ἀνδράσι τ[εκμήρασθαι·
ὣς δ’ α]ὔτως τάδ[ε π]άντα δι’ αλλήλων [προθέουσιν, (285)
κἄλλο]υς τ’ ἄλλ’ [ἔσχη]κε τόπους πλαγ[χθέντα [55]
οὐ δή πω] μεσάτους τ[ι ἐσε]ρχόμεθ’ ἓν μ[όνον εἶναι.
ἀλλ’ ὅτ]ε δὴ Νεῖκος [τ’ ἀνυ]περβατὰ βέν[θε’ ἵκηται
δ[ίνη]ς, ἐν δὲ μέσ[ῃ] Φ[ιλ]ότης στροφά[λιγγι γένηται,
ἐν [τῇ] δὴ τάδε πάντα συνέρχεται ἓν [μόνον εἶναι. (290)
σπεῦ]δε δ’ ὅπως μὴ μοῦνον ἀν’ οὔατα [60]
ἠδέ] μευ ἀμφὶς ἐόντα κλύων [ν]ημερτ[έα
δεί]ξω σοι καὶ ἀν’ ὄσσ’ ἵνα μείζονι σώμ[ατι
π]ρῶτον μὲν ξύνοδόν τε διάπτυξίν τ[ε γενέθλης,
ὅσ[σ]α τε νῦν ἔτι λοιπὰ πέλει τούτοιο τ[όκοιο· (295)
τοῦτο μὲν [ἂν] θηρῶν ὀριπλάγκτων ἄγ[ρια φῦλα, [65]
τοῦτο δ’ ἀν’ ἀ[νθρώ]πων δίδυμον φύμα
ῥιζοφόρων γέννημα καὶ ἀμπελοβάμ[ονα βότρυν.
ἐκ τῶν ἀψευδῆ κόμισαι φρενὶ δείγματα μ[ύθων·
ὄψει γὰρ ξύνοδόν τε διάπτυξίν τε γενέθλη[ς (300)
δι]άκτορα μη[τιόωσας. [70]
fr. 23 [20DK]
τοῦτο μὲν ἀμ’ βροτέων μελέων ἀριδείκετον ὄγκον·
ἄλλοτε μὲν Φιλότητι συνερχόμεθ’ εἰς ἓν ἅπαντα
γυῖα, τὰ σῶμα λέλογχε, βίου θαλέθοντος ἐν ἀκμῇ·
ἄλλοτε δ’ αὖτε κακῇσι διατμηθέντ’ ἐρίδεσσι (305)
πλάζεται ἄνδιχ’ ἕκαστα περὶ ῥηγμῖνι βίοιο. [5]
ὣς δ’ αὔτως θάμνοισι καὶ ἰχθύσιν ὑδρομελάθροις
θηρσί τ’ ὀρειλεχέεσσιν ἰδὲ πτεροβάμοσι κύμβαις
μι
ἠ]χώ
σι
αι
fr. 24 [ - DK]
ἄν]δίχ’ ἀπ’ ἀλλήλω[ν] πεσέ[ει]ν καὶ π[ότ]μον ἐπισπεῖν
πό]λλ’ ἀεκαζομέν[ο]ισιν ἀ[να]γκα[ίης ὕ]πο λυγρῆς
ση]πο[μ]ένοις· Φιλίην δ’ ἐ[ρατ]ὴν [ἡμῖ]ν νυν ἔχουσιν
Ἅρ]πυιαι θανάτοιο πάλοις [ἤδη παρέσ]ονται.
οἴμοι ὅτ’ οὐ πρόσθεν με διώλεσε νηλεὲς ἦμαρ, [5] (335)
πρὶν χηλαῖς σχέτλι’ ἔργα βορᾶς πέρι μητίσασθαι·
νῦν δ]ὲ μάτη[ν τού]τῳ γε νότ[ῳ κατέδ]ευσα παρειάς·
ἐξικ]νούμε[θα γὰ]ρ πολυβενθ[έα δῖνον], ὀίω,
μυρία τ’ οὐκ] ἐθέλουσι παρέσσε[ται ἄλγ]εα θυμῷ
ἡ]μεῖς δὲ λόγων ἐπιβ[ήσομ]εθ’ αὖθις [10] (340)
ὁππότ]ε δὴ συνετύγχανε φ[λογ]μὸς ἀτειρής
ἀλλήλο]ις ἀνάγων π[ο]λυπήμ[ον]α κρῆσιν,
δὴ τότε καὶ τὰ ζῷ]α φυτάλμια τεκνώθ[η]σαν
ν]ῦν ἔτι λείψανα δέρκεται Ἠώς.
ὁππότ[ε δ’ αἰθέρι συμμιχθ]εὶς τόπον ἐσχάτιο[ν β]ῇ, [15] (345)
δὴ τό[τε κλαγ]γῇ καὶ ἀυτῇ
θεσπε[σίῃ κευθ]μῶνα λαχόντα
χόρ[τους τ’ α]ὖτε περὶ χθών.
ὡς δ’ [ὁπόταν
χαλ[κεὺς [20] (350)
αἱ δὲ
τη
fr. 25 [76DK]
τοῦτο μὲν ἐν κόγχαισι θαλασσονόμοις βαρυνώτοις,
ἠδ’ ἐν πε]τραίοισι κα[λύμμασι (355)
ἔνθ’ ὄψει χθόνα χρωτὸς ὑπέρτατα ναιετάουσαν·
θώρηξ δ’ αὖ]τε κραταιν[ώ]των ἁ[λίων παγούρων,
ναὶ μὴν κηρύκων τε λιθορρίνων χελύων τε [5]
ὄστρακα κα]ὶ μελίαι κεραῶν ἐλά[φων ὀριπλάγκτων.
ἀλλ’ οὐκ ἂν τελέσαιμ]ι λέγων σύμ[παντα γένεθλα. (360)
ὡ]ς δ’ ὁπό[ταν
ἐ]ξ ὧν δη
ἠ]δ’ αὐτη [10]
μεν
fr. 26 [71DK]
εἰ δέ τί σοι περὶ τῶνδε λιπόξυλος ἔπλετο πίστις,
πῶς ὕδατος γαίης τε καὶ αἰθέρος ἠελίου τε
κιρναμένων εἴδη τε γενοίατο χροῖά τε θνητῶν
τόσσ’ ὅσα νῦν γεγάασι συναρμοσθέντ’ Ἀφροδίτῃ
fr. 27 [73DK]
ὡς δὲ τότε χθόνα Κύπρις, ἐπεί τ’ ἐδίηνεν ἐν ὄμβρῳ,
εἴδεα ποιπνύουσα θοῷ πυρὶ δῶκε κρατῦναι
fr. 28 [75DK]
τῶν δ’ ὅσ’ ἔσω μὲν πυκνά, τὰ δ’ ἔκτοθι μανὰ πέπηγε,
Κύπριδος ἐν παλάμῃσι πλάδης τοιῆσδε τυχόντα
fr. 29 [74DK]
φῦλον ἄμουσον ἄγουσα πολυσπερέων καμασήνων
fr. 30 [83DK]
αὐτὰρ ἐχίνοις
ὀξυβελεῖς χαῖται νώτοις ἐπιπεφρίκασι
fr. 31 [82DK]
ταὐτὰ τρίχες καὶ φύλλα καὶ οἰωνῶν πτερὰ πυκνά
καὶ λεπίδες γίγνονται ἐπὶ στιβαροῖσι μέλεσσιν
fr. 32 [24DK]
κορυφὰς ἑτέρας ἑτέρῃσι προσάπτων
μύθων μὴ τελέειν ἀτραπὸν μίαν
fr. 33 [25DK]
καὶ δὶς γάρ, ὃ δεῖ, καλόν ἐστιν ἐνισπεῖν
fr. 34 [21DK]
ἀλλ’ ἄγε, τόνδ’ ὀάρων προτέρων ἐπιμάρτυρα δέρκευ,
εἴ τι καὶ προτέροισι λιπόξυλον ἔπλετο μορφῇ,
ἠέλιον μὲν λαμπρὸν ὁρᾶν καὶ θερμὸν ἁπάντῃ,
ἄμβροτα δ’ ὅσσ’ εἴδει τε καὶ ἀργέτι δεύεται ἀυγῇ,
ὄμβρον δ’ ἐν πᾶσι δνοφόενά τε ῥιγαλέον τε· [5]
ἐκ δ’ αἴης προρέουσι θελυμνά τε καὶ στερεωπά.
ἐν δὲ κότῳ διάμορφα καὶ ἄνδιχα πάντα πέλονται,
σὺν δ’ ἔβη ἐν Φιλότητι καὶ ἀλλήλοισι ποθεῖται.
ἐκ τῶν πάνθ’ ὅσα τ’ ἦν ὅσα τ’ ἔστι καὶ ἔσται ὀπίσσω,
δένδρεά τ’ ἐβλάστησε καὶ ἀνέρες ἠδὲ γυναῖκες, [10]
θῆρές τ’ οἰωνοί τε καὶ ὑδατοθρέμμονες ἰχθῦς,
καί τε θεοὶ δολιχαίωνες τιμῇσι φέριστοι.
αὐτὰ γὰρ ἔστιν ταῦτα, δι’ ἀλλήλων δὲ θέοντα
γίγνεται ἀλλοιωπά· τὰ γὰρ διὰ κρῆσις ἀμείβει.
fr. 35 [23DK]
ὡς δ’ ὁπόταν γραφέες ἀναθήματα ποικίλλωσιν,
ἀνέρες ἀμφὶ τέχνης ὑπὸ μήτιος εὖ δεδαῶτε,
οἵτ’ ἐπεὶ οὖν μάρψωσι πολύχροα φάρμακα χερσίν,
ἁρμονίῃ μίξαντε τὰ μὲν πλέω, ἄλλα δ’ ἐλάσσω,
ἐκ τῶν εἴδεα πᾶσιν ἀλίγκια πορσύνουσι, [5]
δένδρεά τε κτίζοντε καὶ ἀνέρας ἠδὲ γυναῖκας,
θῆράς τ’ οἰωνούς τε καὶ ὑδατοθρέμονας ἰχθῦς,
καί τε θεοὺς δολιχαίωνας τιμῇσι φερίστους·
οὕτω μή σ’ ἀπάτη φρένα καινύτω ἄλλοθεν εἶναι
θνητῶν, ὅσσα γε δῆλα γεγᾶσιν ἀάσπετα, πηγήν, [10]
ἀλλὰ τορῶς ταῦτ’ ἴσθι, θεοῦ πάρα μῦθον ἀκοῦσας.
fr. 36 [26DK]
ἐν δὲ μέρει κρατέουσι περιπλομένοιο κύκλοιο,
καὶ φθίνει εἰς ἄλληλα καὶ αὔξεται ἐν μέρει αἴσης.
αὐτὰ γὰρ ἔστιν ταῦτα, δι’ ἀλλήλων δὲ θέοντα
γίγνοντ’ ἄνθρωποί τε καὶ ἄλλων ἔθνεα θηρῶν,
ἄλλοτε μὲν Φιλότητι συνερχόμεν’ εἰς ἕνα κόσμον, [5]
ἄλλοτε δ’ αὖ δίχ’ ἕκαστα φορούμενα Νείκεος ἔχθει,
εἰσόκεν ἓν συμφύντα τὸ πᾶν ὑπένερθε γένηται.
οὕτως ᾗ μὲν ἓν ἐκ πλεόνων μεμάθηκε φύεσθαι,
ἠδὲ πάλιν διαφύντος ἑνὸς πλέον’ ἐκτελέθουσι,
τᾖ μὲν γίγνονταί τε καὶ οὔ σφισιν ἔμπεδος αἰών· [10]
ᾗ δὲ τάδ’ αλλάσσοντα διαμπερὲς οὐδαμὰ λήγει,
ταύτῃ δ’ αἰὲν ἔασιν ἀκίνητοι κατὰ κύκλον.
fr. 37 [22DK]
ἄρθμια μὲν γὰρ ταῦτα ἑαυτῶν πάντα μέρεσσιν,
ἠλέκτωρ τε χθών τε καὶ οὐρανὸς ἠδὲ θάλασσα,
ὅσσα †φιν† ἐν θνητοῖσιν ἀποπλαγχθέντα πέφυκεν.
ὣς δ’ αὔτως ὅσα κρῆσιν ἐπαρκέα μᾶλλον ἔασιν
ἀλλήλοις ἔστερκται ὁμοιωθέντ’ Ἀφροδίτῃ· [5]
ἐχθρὰ πλεῖστον ἀπ’ ἀλλήλων διέχουσι μάλιστα
γέννῃ τε κρήσει τε καὶ εἴδεσιν ἐκμάκτοισι,
πάντῃ συγγίγνεσθαι ἀήθεα καὶ μάλα λυγρά
νεικεογεννητῇσι ὅτι σφίσι γένναι ἐν ὀργῇ.
fr. 38 [27DK]
ἐνθ’ οὔτ’ ἠελίοιο διείδεται ἀγλαὸν εἶδος,
οὐδὲ μὲν οὐδ’ αἴης λάσιον γένος οὐδὲ θάλασσα
fr. 39 [36DK]
τῶν δὲ συνερχομένων ἐξ ἔσχατον ἵστατο Νεῖκος
fr. 40 [ad 29DK]
Σφαῖρον ἔην
fr. 41 [159DK]
σωρευόμενον μέγεθος
fr. 42 [27DK]
ἔνθ’ οὔτ ἠελίοιο διείδεται ὠκέα γυῖα,
<οὐδὲ μὲν οὐδ’ αἴης λάσιον δέμας οὐδὲ θάλασσα·>
oὕτως ἁρμονίης πυκινῷ κρυφῷ ἐστήρικται
Σφαῖρος κυκλοτερὴς μονίῃ περιγηθέι γαίων
fr. 43 [13DK]
οὐδέ τι τοῦ παντὸς κενεὸν πέλει οὐδὲ περισσόν
fr. 44 [29&28DK]
οὐ γὰρ ἀπὸ νώτοιο δύο κλάδοι ἀίσσονται,
οὐ πόδες, οὐ θοὰ γοῦν’, οὐ μήδεα γεννήεντα,
ἀλλ’ ὅ γε πάντοθεν ἶσος <ἑοῖ> καὶ πάμπαν ἀπείρων,
Σφαῖρος κυκλοτερὴς μονίῃ περιηγέι χαίρων
fr. 45 [30DK]
αὐτὰρ ἐπεὶ μέγα Νεῖκος ἐνὶ μελέεσσιν ἐθρέφθη,
ἐς τιμάς τ’ ἀνόρουσε τελειομένοιο χρόνοιο,
ὅς σφιν ἀμοιβαῖος πλατέος παρ’ ἐλήλαται ὅρκου
fr. 46 [31DK]
πάντα γὰρ ἐξείης πελεμίζετο γυῖα θεοῖο
fr. 47 [38DK]
εἰ δ’ ἄγε τοι λέξω πρῶτ’ ἐξ ὧν ἥλιος ἀρχήν
τἆλλα τε δῆλ’ ἐγένοντο τὰ νῦν ἐσορῶμεν ἅπαντα,
γαῖά τε καὶ πόντος πολυκύμων ἠδ’ ὑγρὸς ἀήρ
Τιτὰν ἠδ’ αἰθὴρ σφίγγων περὶ κύκλον ἅπαντα
fr. 48 [A49aDK]
Քանզի իբրեւ մեկնեալ արփւոյն թռուցեալ էր հողմոյ եւ
հրոյ, եւ էր որ եղեւ՝ երկին լայն մեծ ի վերայ շուրջ պատ
առեալ. իսկ հուր սակաւ մի ի յերկնէ ի ներքս մսացեալ,
եւ սա յարեգական ճառագայթս աճեցաւ։ ի մի վայր
ընթացեալ եւ հոծեալ հարկիւ իմս երկիր երեւեալ ի մէջ [5]
կայր մնայր։ Եւ շուրջ զնովաւ ամենայն ուստեք՝ քանզի
իբրու փոքրագոյն էր, յուզի անխլիրտ արփի
fr. 49 [53DK]
οὕτω γὰρ συνέκυρσε θέων τότε, πολλάκι δ’ ἄλλως
fr. 50 [51DK]
καρπαλίμως δ’ ἀνόπαιον
fr. 51 [54DK]
μακρῇσι κατὰ χθόνα δύετο ῥίζαις
fr. 52 [37DK]
αὔξει δὲ χθὼν μὲν σφέτερον δέμας, αἰθέρα δ’ αἰθήρ
fr. 53 [52DK]
πολλὰ δ’ ἔνερθ’ οὔδεος πυρὰ καίεται
fr. 54 [39DK]
εἴπερ ἀπείρονα γῆς τε βάθη καὶ δαψιλὸς αἰθήρ,
ὡς διὰ πολλῶν δὴ γλώσσης ἐλθόντα ματαίως
ἐκκέχυται στομάτων, ὀλίγον τοῦ παντὸς ἰδόντων
fr. 55 [40DK]
ἥλιος ὀξυβελὴς ἠδ’ ἱλάειρα σελήνη
fr. 56 [41DK]
ἀλλ’ ὁ μὲν ἁλισθεὶς μέγαν οὐρανὸν ἀμφιπολεύει
fr. 57 [44DK]
ἀνταυγεῖ πρὸς Ὄλυμπον ἀταρβήτοισι προσώποις
fr. 58 [45DK]
κυκλοτερὲς περὶ γαῖαν ἑλίσσεται ἀλλότριον φῶς
fr. 59 [46DK]
ἅρματος ὡς πέρι χνοίη ἑλίσσεται, ἡ περὶ ἄκραν
fr. 60 [47DK]
ἀθρεῖ μὲν γὰρ ἄνακτος ἐναντίον ἀγέα κύκλον
fr. 61 [42DK]
ἀπεσκίασεν δέ οἱ αὐγάς
ἐς γαῖαν καθύπερθεν, ἀπεσκνίφωσε δὲ γαίης
τόσσον ὅσον τ’ εὖρος γλαυκώπιδος ἔπλετο μήνης
fr. 62 [43DK]
ὣς αὐγὴ τύψασα σεληναίης κύκλον εὐρύν,
<վաղվաղակի դարձեալ անդրէն շրջեցաւ հասեալ
յերկին ընթանալով>
fr. 63 [48DK]
νύκτα δὲ γαῖα τίθησιν ὑφισταμένη φαέεσι
fr. 64 [152DK]
ἦμαρ <ἐπὶ> γῆρας
fr. 65 [154DK]
ἔχων δρόμον ἠῶ
καὶ δύσιν ἔκρινεν, περὶ δ᾽ ἤγαγεν αὖθις ὀπίσσω
καρποφόροισιν ἐπιστέψας καλυκοστεφάνοισιν
ὥραις· γῆ δ᾽ ὕβριστο
fr. 66 [56DK]
ἃλς ἐπάγη ῥιπῇσιν ἐωσμένος ἠελίοιο
fr. 67 [55DK]
γῆς ἰδρῶτα θάλασσαν
fr. 68 [A66aDK]
պնդեցելոյ այնր †որ ըմբռնեցեալ յանկութիւնն էր սափչին†,
մանաւանդ կարկուտքն ի վեր ճնշեալք աղտաղտուկ ջուր։
Քանզի որ միանգամ յերկրի խոնաւութիւն է՝ ի նուաստ եւ ի
հովտագոյն տեղիսն նորա սիրեաց՝ ի միմեանց վերայ ստէպ ստէպ
հողմոցն շրջանակաւք զաւրէն կապոց իմս հզաւրագունից ճնշեցեալ [5]
fr. 69 [50DK]
Ἶρις δ’ ἐκ πελάγους ἄνεμον φέρει ἢ μέγαν ὄμβρον
fr. 70 [161DK]
ἑπτὰ πολυπλανέες κατ’ Ὀλυμπιον ἀστέρες οὐδόν
εἰλεῦνται, καὶ τοῖσιν ἀεὶ κανονίζεται αἰών·
νυκτιφαὴς Μήνη, στυγνὸς Κρόνος, Ἥλιος ἡδύς,
παστοφόρος Παφίη, θρασὺς Ἄρης, εὔπτερος Ἑρμῆς
καὶ Ζεύς ἀρχιγένεθλος, ἀφ’ οὗ φύσις ἐβλάστησεν. [5]
οἱ δ’ αὐτοὶ μερόπων γένος ἕλκουσ’, ἔστι δ’ ἐν ἡμῖν
Μήνη, Ζεὺς, Ἄρης, Παφίη, Κρόνος, Ἥλιος, Ἑρμῆς,
οὕνεκ’ ἀπ’ αἰθερίου μεμερίσμεθα πνεύματος ἕλκειν
δάκρυ, γέλωτα, χόλον, γένεσιν, λόγον, ὕπνον, ὄρεξιν.
δάκρυ μέν ἐστι Κρόνος, Ζεὺς δὴ γένεσις, λόγος Ἑρμῆς, [10]
θυμὸς Ἄρης, Μήνη δ’ ὕπνος, Κυθέρεια δ’ ὄρεξις,
Ἠέλιος δὲ γέλως· τούτῳ γὰρ ἅπασα δικαίως
καὶ θνητὴ διάνοια γελᾶι καὶ κόσμος ἀπείρων.
fr. 71 [35DK]
αὐτὰρ ἐγὼ παλίνορσος ἐλεύσομαι ἐς πόρον ὕμνων,
τὸν πρότερον κατέλεξα, λόγου λόγον ἐξοχετεύων
κεῖνον· ἐπεὶ Νεῖκος μὲν ἐνέρτατον ἵκετο βένθος
δίνης, ἐν δὲ μέσῃ Φιλότης στροφάλιγγι γένηται,
ἐν τῇ δὴ τάδε πάντα συνέρχεται ἓν μόνον εἶναι, [5]
οὐκ ἄφαρ, ἀλλὰ θελημὰ συνιστάμεν’ ἄλλοθεν ἄλλα.
τῶν δέ τε μισγομένων χεῖτ’ ἔθνεα μυρία θνητῶν·
πολλὰ δ’ ἄμικτ’ ἔστηκε κεραιομένοισιν ἐναλλάξ,
ὅσσ’ ἔτι Νεῖκος ἔρυκε μετάρσιον· οὐ γὰρ ἀμεμφέως
πω πᾶν ἐξέστηκεν ἐπ’ ἔσχατα τέρματα κύκλου, [10]
ἀλλὰ τὰ μέν τ’ ἐνέμιμνε μελέων, τὰ δέ τ’ ἐξεβεβήκει.
ὅσσον δ’ αἰὲν ὑπεκπροθέοι, τόσον αἰὲν ἐπῄει
ἠπιόφρων Φιλότητος ἀμεμφέος ἄμβροτος ὁρμή·
αἶψα δὲ θνήτ’ ἐφύοντο, τὰ πρὶν μάθον ἀθάνατ’ εἶναι
ζωρά τε, τὰ πρὶν ἄκρητα, διαλλάξαντα κελεύθους. [15]
τῶν δέ τε μισγομένων χεῖτ’ ἔθνεα μυρία θνητῶν,
παντοίαις ἰδέῃσιν ἀρηρότα, θαῦμα ἰδέσθαι.
fr. 72 [96DK]
ἡ δέ χθὼν ἐπίηρος ἐν εὐτύκτοις χοάνοισι
τὰς δύο τῶν ὀκτὼ μοιράων λάχε Νήστιδος αἴγλης,
τέσσαρα δ’ Ἡφαίστοιο· τὰ δ’ ὀστέα λευκὰ γένοντο,
Ἁρμονίης κόλλῃσιν ἀρηρότα θεσπεσίῃσιν.
fr. 73 [98DK]
ἡ δὲ χθὼν τούτοισιν ἴση συνέκυρσε μάλιστα,
Ἡφαίστῳ τ’ ὄμβρῳ τε καὶ αἰθέρι παμφανόωντι,
Κύπριδος ὁρμισθεῖσα τελείοις ἐν λιμένεσσιν,
εἴτ’ ὀλίγον μείζων εἴτ’ ἐν πλεόνεσσιν ἐλάσσων.
ἐκ τῶν αἷμά τ’ ἔγεντο καὶ ἄλλης εἴδεα σαρκός. [5]
fr. 74 [85DK]
ἡ δὲ φλὸξ ἱλάειρα μινυνθαδίης τύχε γαίης
fr. 75 [86DK]
ἐξ’ ὧν ὄμματ’ ἔπηξεν ἀτειρέα δῖ’ Ἀφροδίτη
fr. 76 [33DK]
ὡς δ’ ὅτ’ ὀπὸς γάλα λευκὸν ἐγόμφωσεν καὶ ἔδησε
fr. 77 [87DK]
γόμφοις ἀσκήσασα καταστόργοις Ἀφροδίτη
fr. 78 [88DK]
μία γίγνεται ἀμφοτέρων ὄψ
fr. 79 [58DK]
μουνομελῆ
fr. 80 [57DK]
ᾗ πολλαὶ μὲν κόρσαι ἀναύχενες ἐβλάστησαν,
γυμνοὶ δ’ ἐπλάζοντο βραχίονες εὔνιδες ὤμων,
ὄμματά τ’ οἶ’ ἐπλανᾶτο πενητεύοντα μετώπων
fr. 81 [59DK]
αὐτὰρ ἐπεὶ κατὰ μεῖζον ἐμίσγετο δαίμονι δαίμων,
ταῦτά τε συμπίπτεσκον, ὅπῃ συνέκυρσεν ἕκαστα,
ἄλλα τε πρὸς τοῖς πολλὰ διηνεκῆ ἐξεγένοντο
fr. 82 [34DK]
ἄλφιτον ὕδατι κολλήσας
fr. 83 [19DK]
σχεδύνην φιλότητα
fr. 84 [32DK]
δύω δέει ἄρθρον
fr. 85 [61DK]
πολλὰ μὲν ἀμφιπρόσωπα καὶ ἀμφίστερν’ ἐφύοντο,
βουγενῆ ἀνδρόπρῳρα, τὰ δ’ ἔμπαλιν ἐξανέτελλον
ἀνδροφυῆ βούκρανα, μεμιγμένα τῇ μὲν ἀπ’ ἀνδρῶν
τῇ δὲ γυναικοφυῆ, σκιεροῖς ἠσκημένα γυίοις
fr. 86 [60DK]
εἰλίποδ’ ἀκριτόχειρα
fr. 87 [160DK]
ζῷα δὲ ταυτογενέθλα πάρος χθονὸς ἐξανέτελλον,
αὐτὰρ ἔπειθ’ ἑλέλικτο καὶ ἄγνυτο ῥάχεος ὅρπηξ·
ὑγρὸν μὲν Φιλότητι διέβλυσεν αὐτίκα ὕδωρ,
σιτοδόκον δὲ κάτω πολυχανδέα γαστέρα τεῦξε·
πῦρ δέ τοι ἀρχιγένεθλον ἐυτρήτους περὶ ῥίνας [5]
ἀμπνεύσας διώδευσεν, ἔῳξέ τε πνεύματι ῥύμην
fr. 88 [150DK]
πολυαίματον ἧπαρ
fr. 89 [62DK]
νῦν δ’ ἄγ’, ὅπως ἀνδρῶν τε πολυκλαύτων τε γυναικῶν
ἐννυχίους ὅρπηκας ἀνήγαγε κρινόμενον πῦρ,
τῶνδε κλῦ’· οὐ γὰρ μῦθος ἀπόσκοπος οὐδ’ ἀδαήμων.
οὐλοφυεῖς μὲν πρῶτα τύποι χθονὸς ἐξανέτελλον,
ἀμφοτέρων ὕδατός τε καὶ εἴδεος αἶσαν ἔχοντες· [5]
τοὺς μὲν πῦρ ἀνέπεμπε θέλον πρὸς ὁμοῖον ἱκέσθαι,
οὔτε τί πω μελέων ἐρατὸν δέμας ἐμφαίνοντας,
οὔτ’ ἐνοπὴν οὔτ’ αὖ ἐπιχώριον ἀνδράσι γυῖον.
fr. 90 [63DK]
ἀλλὰ διέσπασται μελέων φύσις, ἡ μὲν ἐν ἀνδρός
fr. 91 [64DK]
τῷ δ’ επὶ καὶ πόθος εἶσι δι’ ὄψιος ἀμμίσγεσθαι
fr. 92 [66DK]
<εἰς> σχιστοὺς λειμῶνας Ἀφροδίτης
fr. 93 [151DK]
ζείδωρον
fr. 94 [153DK]
βαυβώ
fr. 95 [65DK]
ἐν δ’ ἐχύθη καθαροῖσι· τὰ μὲν τελέθουσι γυναῖκες
ψύχεος ἀντιάσαντα
fr. 96 [67DK]
ἐν γὰρ θερμοτέρῳ τὸ κατ’ ἄρρενα ἔπλετο γαίης,
καὶ μέλανες διὰ τοῦτο καὶ ἁδρομελέστεροι ἄνδρες
καὶ λαχνήεντες μᾶλλον
fr. 97 [153aDK]
ἑπτὰ <μεθ’> ἑβδομάδας
fr. 98 [70DK]
ἀμνίον
fr. 99 [68DK]
μηνὸς ἐν ὀγδοάτου δεκάτῃ πύον ἔπλετο λευκόν
fr. 100 [69DK]
διγόνους
fr. 101 [72DK]
πῶς καὶ δένδρεα μακρὰ καὶ εἰνάλιοι καμασῆνες
fr. 102 [ - DK]
τῶν γὰρ ὅσα ῥίζαις μὲν ἐπασσυτέραι[σιν] ἔνερθε
μανοτέροις [δ’ ὅ]ρπ[ηξ]ιν ὑπέστη τηλεθ[άοντα
fr. 103 [ - DK]
فراخا الشجر الطوال ال تولد
fr. 104 [79DK]
οὕτω δ’ ᾠοτοκεῖ μακρὰ δένδρεα πρῶτον ἐλαίας
fr. 105 [80DK]
οὕνεκεν ὀψίγονοί τε σίδαι καὶ ὑπέρφλοα μῆλα
fr. 106 [81DK]
οἶνος ἀπὸ φλοιοῦ πέλεται σαπὲν ἐν ξύλῳ ὕδωρ
fr. 107 [77&78DK]
<δένδρεα δ’> ἐμπεδόφυλλα καὶ ἐμπεδόκαρπα τέθηλεν
καρπῶν ἀφθονίῃσι κατ’ ἠέρα πάντ’ ἐνιαυτόν
fr. 108 [149DK]
νεφεληγερέτην
fr. 109 [100DK]
ὧδε δ’ ἀναπνεῖ πάντα καὶ ἐκπνεῖ· πᾶσι λίφαιμοι
σαρκῶν σύριγγες πύματον κατὰ σῶμα τέτανται,
καί σφιν ἐπὶ στομίοις πυκναῖς τέτρηνται ἄλοξιν
ῥινῶν ἔσχατα τέρθρα διαμπερές, ὥστε φόνον μέν
κεύθειν, αἰθέρι δ’ εὐπορίην διόδοισι τετμῆσθαι. [5]
ἔνθεν ἔπειθ’ ὁπόταν μὲν ἀπαΐξῃ τέρεν αἷμα,
αἰθὴρ παφλάζων καταΐσσεται οἴδματι μάργῳ,
εὖτε δ’ ἀναθρῴσκῃ πάλιν ἐκπνέει, ὥσπερ ὅταν παῖς
κλεψύδρῃ παίζουσα διειπετέος χαλκοῖο·
εὖτε μὲν αὐλοῦ πορθμὸν ἐπ’ εὐειδεῖ χερὶ θεῖσα [10]
εἰς ὕδατος βάπτῃσι τέρεν δέμας ἀργυφέοιο,
οὐδεὶς ἄγγοσδ’ ὄμβρος ἐσέρχεται, ἀλλά μιν εἴργει
ἀέρος ὄγκος ἔσωθε πεσὼν ἐπὶ τρήματα πυκνά,
εἰσόκ’ ἀποστεγάσῃ πυκινὸν ῥόον· αὐτὰρ ἔπειτα
πνεύματος ἐλλείποντος ἐσέρχεται αἴσιμον ὕδωρ. [15]
ὣς δ’ αὔτως ὅθ’ ὕδωρ μὲν ἔχει κατά βένθεα χαλκοῦ,
πορθμοῦ χωσθέντος βροτέῳ χροὶ ἠδὲ πόροιο,
αἰθὴρ δ’ ἐκτός, ἔσω λελιημένος, ὄμβρον ἐρύκει
ἀμφὶ πύλας ἠθμοῖο δυσηχέος, ἄκρα κρατύνων,
εἰσόκε χειρὶ μεθῇ· τότε δ’ αὖ πάλιν, ἔμπαλιν ἢ πρίν, [20]
πνεύματος ἐμπίπτοντος ὑπεκθέει αἴσιμον ὕδωρ.
ὣς δ’ αὔτως τέρεν αἷμα κλαδασσόμενον διὰ γυίων
ὁππότε μὲν παλίνορσον ἐπαΐξειε μυχόνδε,
αἰθέρος εὐθὺς ῥεῦμα κατέρχεται οἴδματι θῦον,
εὖτε δ’ ἀναθρῴσκῃ, πάλιν ἐκπνέει ἶσον ὀπίσσω. [25]
fr. 110 [89DK]
γνούς, ὅτι πάντων εἰσὶν ἀπορροαὶ ὅσσ’ ἐγένοντο
fr. 111 [95DK]
Κύπριδος ἐν παλάμῃσιν ὅτε ξὺμ πρῶτ’ ἐφύοντο
fr. 112 [84DK]
ὡς δ’ ὅτε τις πρόοδον νοέων ὡπλίσσατο λύχνον,
χειμερίην διὰ νύκτα πυρὸς σέλας αἰθομένοιο,
ἅψας παντοίων ἀνέμων λαμπτῆρας ἀμοργούς,
οἵ τ’ ἀνέμων μὲν πνεῦμα διασκιδνᾶσιν ἀέντων,
φῶς δ’ ἔξω διαθρῷσκον, ὅσον ταναώτερον ἦεν, [5]
λάμπεσκεν κατὰ βηλὸν ἀτειρέσιν ἀκτίνεσσιν·
ὣς τότε δὴ μήνιγξιν ἐεργμένον ὠγύγιον πῦρ
λεπτῇσιν <τ’> ὀθόνῃσι λοχεύσατο κύκλοπα κούρην,
<αἳ> χοάνῃσι δίαντα τετρήατο θεσπεσίῃσιν·
αἳ δ’ ὕδατος μὲν βένθος ἀπέστεγον ἀμφινάοντος, [10]
πῦρ δ’ ἔξω διίεσκον ὅσον ταναώτερον ἦεν.
fr. 113 [94DK]
et niger in fundo fluvii color exstat ab umbra,
atque cavernosis itidem spectatur in antris
fr. 114 [49DK]
νυκτὸς ἐρημαίης ἀλαώπιδος
fr. 115 [99DK]
σάρκινον ὄζον
fr. 116 [101DK]
κέρματα θηρείων μελέων μυκτῆρσιν ἐρευνῶν
ἀπέλειπε ποδῶν ἁπαλῇ περὶ ποίῃ
fr. 117 [102DK]
ὧδε μὲν οὖν πνοιῆς τε λελόγχασι πάντα καὶ ὀσμῶν
fr. 118 [90DK]
ὣς γλυκὺ μὲν γλυκὺ μάρπτε, πικρὸν δ’ ἐπὶ πικρὸν ὄρουσεν,
ὀξὺ δ’ ἐπ’ ὀξὺ ἔβη, δαερὸν δ’ ἐποχεύετο δαερῷ
fr. 119 [91DK]
<ὕδωρ> οἴνῳ μᾶλλον ἐνάρθμιον, αὐτὰρ ἐλαίῳ
οὐκ ἐθέλει
fr. 120 [92DK]
χαλκόν
κασσιτέρῳ μιχθέντα
fr. 121 [93DK]
βύσσῳ δὲ γλαύκοιο κρόκου καταμίσγεται ἀκτίς
fr. 122 [103DK]
τῇδε μὲν οὖν ἰότητι Τύχης πεφρόνηκεν ἅπαντα
fr. 123 [104DK]
καὶ καθ’ ὅσον μὲν ἀραιότατα ξυνέκυρσε πεσόντα
fr. 124 [105DK]
αἵματος ἐν πελάγεσσι τεθραμμένη ἀντιθορόντος,
τῇ τε νόημα μάλιστα κικλήσκεται ἀνθρώποισιν·
αἷμα γὰρ ἀνθρώποις περικάρδιόν ἐστι νόημα
fr. 125 [106DK]
πρὸς παρεὸν γὰρ μῆτις ἀέξεται ἀνθρώποισιν
fr. 126 [109DK]
γαίῃ μὲν γὰρ γαῖαν ὀπώπαμεν, ὕδατι δ’ ὕδωρ,
αἰθέρι δ’ αἰθέρα δῖον, ἀτὰρ πυρὶ πῦρ ἀίδηλον,
στοργὴν δὲ στοργῇ, νεῖκος δέ τε νείκεϊ λυγρῷ
fr. 127 [110DK]
εἰ γάρ κέν σφ’ ἀδινῇσιν ὑπὸ πραπίδεσσιν ἐρείσας
εὐμενέως καθαρῇσιν ἐποπτεύσῃς μελέτῃσιν,
ταῦτά τέ σοι μάλα πάντα δι’ αἰῶνος παρέσονται,
ἄλλα τε πόλλ’ ἀπὸ τῶνδε κτ<ήσε>αι· αὐτὰ γὰρ αὔξει
ταῦτ’ εἰς ἦθος ἕκαστον, ὅπῃ φύσις ἐστὶν ἑκάστῳ. [5]
εἰ δὲ σύ γ’ ἀλλοίων ἐπορέξεαι οἷα κατ’ ἄνδρας
μυρία δειλὰ πέλονται τά τ’ ἀμβλύνουσι μερίμνας,
ἦ σ’ ἄφαρ ἐκλείψουσι περιπλομένοιο χρόνοιο
σφῶν αὐτῶν ποθέοντα φίλην ἐπὶ γένναν ἱκέσθαι·
πάντα γὰρ ἴσθι φρόνησιν ἔχειν καὶ νώματος αἶσαν. [10]
fr. 128 [107DK]
ἐκ τούτων <γὰρ> πάντα πεπήγασιν ἁρμοσθέντα
καὶ τούτοις φρονέουσι καὶ ἥδοντ’ ἠδ’ ἀνιῶνται
fr. 129 [108DK]
ὅσσον <δ’> ἀλλοῖοι μετέφυν, τόσον ἄρ σφισιν αἰεί
καὶ τὸ φρονεῖν ἀλλοῖα παρίσταται
fr. 130 [115DK]
ἔστιν ἀνάγκης χρῆμα, θεῶν ψήφισμα παλαιόν,
ἀίδιον, πλατέεσι κατεσφρηγισμένον ὅρκοις·
εὖτέ τις ἀμπλακίῃσι φόνῳ φίλα γυῖα μιήνῃ,
<νείκεΐ θ’> ὅς κ’ ἐπίορκον ἁμαρτήσας ἐπομόσσῃ,
δαίμονες οἵτε μακραίωνος λελάχασι βίοιο, [5]
τρίς μιν μυρίας ὧρας ἀπὸ μακάρων ἀλάλησθαι,
φυομένον παντοῖα διὰ χρόνου εἴδεα θνητῶν
ἀργαλέας βιότοιο μεταλλάσσοντα κελεύθους.
αἰθέριον μὲν γάρ σφε μένος πόντονδε διώκει,
πόντος δ’ ἐς χθονὸς οὖδας ἀπέπτυσε, γαῖα δ’ ἐς αὐγάς [10]
ἠελίου φαέθοντος, ὁ δ’ αἰθέρος ἔμβαλε δίνῃς·
ἄλλος δ’ ἐξ ἄλλου δέχεται, στυγέουσι δὲ πάντες.
τῶν καὶ ἐγὼ νῦν εἰμι, φυγὰς θεόθεν καὶ ἀλήτης,
Νείκεϊ μαινομένῳ πίσυνος
fr. 131 [117DK]
ἤδη γάρ ποτ᾿ ἐγὼ γενόμην κοῦρός τε κόρη τε
θάμνος τ᾿ οἰωνός τε καὶ ἔξαλος ἔλλοπος ἰχθύς
fr. 132 [132DK]
ὄλβιος ὃς θείων πραπίδων ἐκτήσατο πλοῦτον,
δειλὸς δ’ ᾧ σκοτόεσσα θεῶν πέρι δόξα μέμηλεν
fr. 133 [133DK]
οὐκ ἔστιν πελάσασθαι ἐν ὀφθαλμοῖσιν ἐφικτόν
ἡμετέροις ἢ χερσὶ λαβεῖν, ᾗπερ τε μεγίστη
πειθοῦς ἀνθρώποισιν ἀμαξιτὸς εἰς φρένα πίπτει
fr. 134 [134DK]
οὐδὲ γὰρ ἀνδρομέῃ κεφαλῇ κατὰ γυῖα κέκασται,
οὐ μὲν ἀπὸ νώτοιο δύο κλάδοι ἀίσσουσι,
οὐ πόδες, οὐ θοὰ γοῦν’, οὐ μήδεα λαχνήεντα,
ἀλλὰ φρὴν ἱερὴ καὶ ἀθέσφατος ἔπλετο μοῦνον,
φροντίσι κόσμον ἅπαντα καταΐσσουσα θοῇσιν [5]
fr. 135 [154cDK]
αὐτίκα καὶ φυτὰ δῆλα, τὰ μέλλει κάρπιμ’ ἔσεσθαι
fr. 136 [155DK]
Τήλαυγες, κλυτὲ κοῦρε Θεανοῦς Πυθαγόρεω τε
fr. 137 [129DK]
ἦν δέ τις ἐν κείνοισιν ἀνὴρ περιώσια εἰδώς,
ὃς δὴ μήκιστον πραπίδων ἐκτήσατο πλοῦτον.
παντοίων τε μάλιστα σοφῶν ἐπιήρανος ἔργων·
ὁππότε γὰρ πάσῃσιν ὀρέξαιτο πραπίδεσσιν,
ῥεῖ’ ὅ γε τῶν ὄντων πάντων λεύσσεσκεν ἕκαστον, [5]
καί τε δέκ’ ἀνθρώπων καί τ’ εἴκοσιν αἰώνεσσιν
fr. 138 [27aDK]
οὐ στάσις οὐ<δέ τε> δῆρις ἀναίσιμος ἐν μελέεσσιν
fr. 139 [119DK]
ἐξ οἵης τιμῆς τε καὶ ὅσσου μήκεος ὄλβου
fr. 140 [142DK]
τὸν δ’ οὔτ’ ἄρ τε Διὸς τέγεοι δόμοι αἰγ[ιόχοιο
οὔ]τε τ[ί π]ῃ Ἀίδεω δέ[χεται πυ]κι[νὸ]ν στέγος [ἔν]δ[ον
fr. 141 [126DK]
σαρκῶν ἀλλογνῶτι περιστέλλουσα χιτῶνι
fr. 142 [148DK]
ἀμφιβρότην χθόνα
fr. 143 [116DK]
στυγέει δύστλητον ἀνάγκην
fr. 144 [120DK]
ἠλύθομεν τόδ’ ὑπ’ ἄντρον ὑπόστεγον
fr. 145 [121DK]
ἀτερπέα χῶρον,
ἔνθα Φόνος τε Κότος τε καὶ ἄλλων ἔθνεα Κηρῶν,
{αὐχμηραί τε νόσοι καὶ σήψιες, ἔργα τε ῥευστά}
Ἄτης ἀν λειμῶνα κατὰ σκότος ἠλάσκουσιν
fr. 146 [118DK]
κλαῦσά τε καὶ κώκυσα ἰδὼν ἀσυνήθεα χῶρον
fr. 147 [158DK]
αἰῶνος ἀμερθείς
ὀλβίου
fr. 148 [122DK]
ἔνθ’ ἦσαν Χθονίη τε καὶ Ἡλιόπη ταναῶπις,
Δῆρις θ’ αἱματόεσσα καὶ Ἁρμονίη θεμερῶπις,
Καλλιστώ τ’ Αἰσχρή τε, Θόωσά τε Δηναίη τε,
Νημερτής τ’ ἐρόεσσα μελάγκουρός τ’ Ἀσάφεια
fr. 149 [123DK]
Φυσώ τε Φθιμένη τε, καὶ Εὐναίη καὶ Ἔγερις,
Κινώ τ’ Ἀστεμφής τε, πολυστέφανός τε Μεγιστώ,
κἀφορίη Σωπή τε καὶ Ὀμφαίη
fr. 150 [124DK]
ὢ πόποι, ὢ δειλὸν θνητῶν γένος, ὢ δυσάνολβον,
τοίων ἐξ ἐρίδων ἔκ τε στοναχῶν ἐγένεσθε.
fr. 151 [128DK]
οὐδέ τις ἦν κείνοισιν Ἄρης θεὸς οὐδὲ Κυδοιμός
οὐδὲ Ζεὺς βασιλεὺς οὐδὲ Κρόνος οὐδὲ Ποσειδῶν,
ἀλλὰ Κύπρις βασίλεια
τὴν οἵ γ’ εὐσεβέεσσιν ἀγάλμασιν ἱλάσκοντο
γραπτοῖς τε ζῴοισι μύροισί τε δαιδαλεόδμοις [5]
σμύρνης τ’ ἀκρήτου θυσίαις λιβάνου τε θυώδους,
ξανθῶν τε σπονδὰς μελίτων ῥίπτοντες ἐς οὖδας,
ταύρων δ’ ἀκρήτοισι φόνοις οὐ δεύετο βωμός,
ἀλλὰ μύσος τοῦτ’ ἔσκεν ἐν ἀνθρώποισι μέγιστον,
θυμὸν ἀπορραίσαντας ἐέδμεναι ἠέα γυῖα. [10]
fr. 152 [130DK]
ἦσαν δὲ κτίλα πάντα καὶ ἀνθρώποισι προσηνῆ,
θῆρές τ’ οἰωνοί τε, φιλοφροσύνη τε δεδήει
fr. 153 [125DK]
ἐκ μὲν γὰρ ζωῶν ἐτίθει νεκρὰ εἴδε’ ἀμείβων
fr. 154 [138DK]
χαλκῷ ἀπὸ ψυχὴν ἀρύσας
fr. 155 [143DK]
κρηνάων ἄπο πέντε ταμὼν ταναήκεϊ χαλκῷ
fr. 156 [139DK]
οἴμοι ὅτ’ οὐ πρόσθεν με διώλεσε νηλεὲς ἦμαρ,
πρὶν σχέτλι’ ἔργα βορᾶς περὶ χείλεσι μητίσασθαι
fr. 157 [135DK]
ἀλλὰ τὸ μὲν πάντων νόμιμον διά τ’ εὐρυμέδοντος
αἰθέρος ἠνεκέως τέταται διά τ’ ἀπλέτου αὐγῆς.
fr. 158 [136DK]
οὐ παύσεσθε φόνοιο δυσηχέος; οὐκ ἐσορᾶτε
ἀλλήλους δάπτοντες ἀκηδείῃσι νόοιο;
fr. 159 [137DK]
μορφὴν δ’ ἀλλάξαντα πατὴρ φίλον υἱὸν ἀείρας
σφάζει ἐπευχόμενος μέγα νήπιος, οἱ δ’ ἀπορεῦνται
λισσόμενον θύοντες· ὁ δ’ αὖ νήκουστος ὁμοκλέων
σφάξας ἐν μεγάροισι κακὴν ἀλεγύνατο δαῖτα.
ὣς δ’ αὔτως πατέρ’ υἱὸς ἑλὼν καὶ μητέρα παῖδες [5]
θυμόν ἀπορραίσαντε φίλας κατὰ σάρκας ἔδουσιν
fr. 160 [154aDK]
ὠδῖνάς <τ’> ὀδύνας <τε> κυκέων ἀπάτας τε γόους τε
fr. 161 [145DK]
τοιγάρτοι χαλεπῇσιν ἀλύοντες κακότῃσιν
οὔποτε δειλαίων ἀχέων λωφήσετε θυμόν
fr. 162 [144DK]
νηστεῦσαι κακότητος
fr. 163 [141DK]
δειλοί, πάνδειλοι, κυάμων ἄπο χεῖρας ἔχεσθαι
fr. 164 [140DK]
δάφνης φύλλων ἄπο πάμπαν ἔχεσθαι
fr. 165 [154dDK]
δάκρυα μὲν σέθεν ἐστὶ πολυτλήτων γένος ἀνδρῶν,
μειδῆσαν δὲ θεῶν ἱερὸν γένος ἐβλάστησεν
fr. 166 [127DK]
ἐν θήρεσσι λέοντες ὀρειλεχέες χαμαιεῦναι
γίγνονται, δάφναι δ’ ἐνὶ δένδρεσιν ἠυκόμοισιν
fr. 167 [146DK]
εἰς δὲ τέλος μάντεις τε καὶ ὑμνόπολοι καὶ ἰητροί
καὶ πρόμοι ἀνθρώποισιν ἐπιχθονίοισι πέλονται·
ἔνθεν ἀναβλαστοῦσι θεοὶ τιμῇσι φέριστοι
fr. 168 [147DK]
ἀθανάτοις ἄλλοισιν ὁμέστιοι αὐτοτράπεζοι
ἀνδρείων ἀχέων ἀπόκληροι ἐόντες ἀτειρεῖς.