Pular para o conteúdo

Fragmenta

Demócrito · III-IV. ΦΥΣΙΚΑ

III-IV. ΦΥΣΙΚΑ

[4b] [45] ΜΕΓΑΣ ΔΙΑΚΟΣΜΟΣ (ΛΕΥΚΙΠΠΟΥ); [46] [47]

[48] γράφων [ὅτι....... τὰ] αὐτὰ πρότε[ρον εἴρητ’ ἐν] τῷ Μεγάλω[ι διακόσμω]ι, ὅν φασιν εἶνα[ι Λευκίππου]. κἀπὶ τοσοῦτο τὸ [τῶν ἄλλλ]ων ἰδιοποιούμενος [ἐλέγχετ’ ο]ὐ μόνον ἐν τῷ [Μικρῷ δι]ακόσμῳ τιθεὶ[ς ὅσα κἀν τῶι] Με[γάλῳ κεῖται]... [49] steht der Name Δημόκριτ[ο]ς. [50] [51]

[4c] [52] ΜΙΚΡΟΣ ΔΙΑΚΟΣΜΟΣ.

[5] [53] γέγονε δὲ [Demokrit] τοῖς χρόνοις, ὡς αὐτός φησιν ἐν τῷ Μικρῷ διακόσμῳ, νέος κατὰ πρεσβύτην Ἀναξαγόραν, ἔτεσιν αὐτοῦ νεώτερος τετταράκοντα. συντετάχθαι δέ φησιν τὸν Μικρὸν διάκοσμον ἔτεσιν ὕστερον τῆς Ἰλίου ἁλώσεως τριάκοντα καὶ ἑπτακοσίοις. [54] Φαβωρῖνος δέ φησιν ἐν Παντοδαπῇ ἱστορίᾳ [55] λέγειν Δημόκριτον περὶ Ἀναξαγόρου, ὡς οὐκ εἴησαν αὐτοῦ αἱ δόξαι αἵ τε περὶ ἡλίου καὶ σελήνης, ἀλλὰ ἀρχαῖαι, τὸν δὲ ὑφῃρῆσθαι, διασύρειν τε αὐτοῦ τὰ περὶ τῆς διακοσμήσεως καὶ τοῦ νοῦ ἐχθρῶς ἔχοντα πρὸς αὐτόν, ὅτι δὴ μὴ προσήκατο αὐτόν.

Anfang der Schrift B 165?

[5a] [56] ΚΟΣΜΟΓΡΑΦΙΗ. [57]

[5b] [58] ΠΕΡΙ ΤΩΝ ΠΛΑΝΗΤΩΝ. [59] [60]

[5c] [61] ΠΕΡΙ ΦΥΣΕΩΣ Ᾱ 〈ἢ ΠΕΡΙ ΚΟΣΜΟΥ ΦΥΣΙΟΣ〉. [62]; [63]

[5d] [64] ΠΕΡΙ ΦΥΣΕΩΣ Β̄ ἢ ΠΕΡΙ ΑΝΘΡΩΠΟΥ ΦΥΣΙΟΣ ἢ ΠΕΡΙ ΣΑΡΚΟΣ. [65], [66]

[5e] [67] ΠΕΡΙ ΝΟΥ 〈ΛΕΥΚΙΠΠΟΥ〉. [68] ἢ ΠΕΡΙ ΨΥΧΗΣ [69]

[5f] [70] ΠΕΡΙ ΑΙΣΘΗΣΙΩΝ ἢ ΠΕΡΙ ΨΥΧΗΣ [71] ἢ ΠΕΡΙ ΨΥΧΗΣ [72]

[5g] [73] ΠΕΡΙ ΧΥΜΩΝ. [74]

[5h] [75] ΠΕΡΙ ΧΡΟΩΝ. [76]

[5i] [77] ΠΕΡΙ ΤΩΝ ΔΙΑΦΕΡΟΝΤΩΝ ΡΥΣΜΩΝ 〈ἤ ΠΕΡΙ ΙΔΕΩΝ〉. [78]

[6] [79] ἐν δὲ τῷ Περὶ ἰδεῶν· “γιγνώσκειν τε χρή, φησίν, ἄνθρωπον τῶιδε τῷ κανόνι, ὅτι ἐτεῆς ἀπήλλακται”.

[7] καὶ πάλιν· “δηλοῖ μὲν δὴ καὶ οὗτος ὁ λόγος, ὅτι ἐτεῇι οὐδὲν ἴσμεν περὶ οὐδενός, ἀλλ’ ἐπιρυσμίη ἑκάστοισιν ἡ δόξις”.

[8] καὶ ἔτι· “καίτοι δῆλον ἔσται, ὅτι ἐτεῇ οἷον ἕκαστον γιγνώσκειν ἐν ἀπόρῳ ἐστί”.

[8a] [80] ΠΕΡΙ AΜΕΙΨΙΡΥΣΜΙΩΝ. [81]

[8b] [82] ΚΡΑΤΥΝΤΗΡΙΑ. [83]

[9] [84] δὲ ὁτὲ μὲν ἀναιρεῖ τὰ φαινόμενα ταῖς αἰσθήσεσι καὶ τούτων λέγει μηδὲν φαίνεσθαι κατ’ ἀλήθειαν, ἀλλὰ μόνον κατὰ δόξαν, ἀληθὲς δὲ ἐν τοῖς οὖσιν ὑπάρχειν τὸ ἀτόμους εἶναι καὶ κενόν· “νόμῳ” γάρ φησι “γλυκύ, [καὶ] νόμῳ πικρόν, νόμῳ θερμόν, νόμῳ ψυχρόν, νόμῳ χροιή, ἐτεῇ δὲ ἄτομα καὶ κενόν” [85] (ὅπερ 〈ἔστι〉· νομίζεται μὲν εἶναι καὶ δοξάζεται τὰ αἰσθητά, οὐκ ἔστι δὲ κατ’ ἀλήθειαν ταῦτα, ἀλλὰ τὰ ἄτομα μόνον καὶ τὸ κενόν). [86] ἐν δὲ τοῖς Κρατυντηρίοις, καίπερ ὑπεσχημένος ταῖς αἰσθήσεσι τὸ κράτος τῆς πίστεως ἀναθεῖναι, οὐδὲν ἧττον εὑρίσκεται τούτων καταδικάζων. φησὶ γάρ· “ἡμεῖς δὲ τῷ μὲν ἐόντι οὐδὲν ἀτρεκὲς συνίεμεν, μεταπῖπτον δὲ κατά τε σώματος διαθήκην καὶ τῶν ἐπεισιόντων καὶ τῶν ἀντιστηριζόντων”.

[10] καὶ πάλιν φησίν· “ἐτεῇ μέν νυν ὅτι οἷον ἕκαστον ἔστιν 〈ἢ〉 οὐκ ἔστιν οὐ συνίεμεν, πολλαχῇ δεδήλωται”.

[10a] [87] ΠΕΡΙ ΕΙΔΩΛΩΝ ἢ ΠΕΡΙ ΠΡΟΝΟΙΑΣ [?]. [88] [89] [90] [91]

[10b] [92] ΠΕΡΙ ΛΟΓΙΚΩΝ ἢ ΚΑΝΩΝ Ᾱ Β̄ Γ̄

[93] [94] [95] οἱ μὲν δογματικοὶ τῶν φιλοσόφων... τιθέασιν αὐτήν [nämlich τὴν ἀπόδειξιν], οἱ δὲ Ἐμπειρικοὶ ἀναιροῦσιν, τάχα δὲ καὶ Δ.· ἰσχυρῶς γὰρ αὐτῇ διὰ τῶν Κανόνων ἀντείρηκεν. Der Plural des Titels wegen der 3 Bücher, über die vgl. A 111, ferner c. 62 B und c. 63.

[11] [96] ἐν δὲ τοῖς Κανόσι δύο φησὶν εἶναι γνώσεις τὴν μὲν διὰ τῶν αἰσθήσεων τὴν δὲ διὰ τῆς διανοίας, ὧν τὴν μὲν διὰ τῆς διανοίας γνησίην καλεῖ προσμαρτυρῶν αὐτῇ τὸ πιστὸν εἰς ἀληθείας κρίσιν, τὴν δὲ διὰ τῶν αἰσθήσεων σκοτίην ὀνομάζει ἀφαιρούμενος αὐτῆς τὸ πρὸς διάγνωσιν τοῦ ἀληθοῦς ἀπλανές. ([97]) λέγει δὲ κατὰ λέξιν· “γνώμης δὲ δύο εἰσὶν ἰδέαι, ἡ μὲν γνησίη, ἡ δὲ σκοτίη· καὶ σκοτίης μὲν τάδε σύμπαντα, ὄψις, ἀκοή, ὀδμή, γεῦσις, ψαῦσις. ἡ δὲ γνησίη, ἀποκεκριμένη δὲ ταύτης”. εἶτα προκρίνων τῆς σκοτίης τὴν γνησίην ἐπιφέρει λέγων· ὅταν ἡ σκοτίη μηκέτι δύνηται μήτε ὁρῆν ἐπ’ ἔλαττον μήτε ἀκούειν μήτε ὀδμᾶσθαι μήτε γεύεσθαι μήτε ἐν τῇ ψαύσει αἰσθάνεσθαι, ἀλλ’ ἐπὶ λεπτότερον 〈δέῃ ζητεῖν, τότε ἐπιγίνεται ἡ γνησίη ἅτε ὄργανον ἔχουσα τοῦ νῶσαι λεπτότερον〉. [98] ὅσα γὰρ τὴν τῶν ὀμμάτων ὄψιν ἐκφεύγει, ταῦτα τῇ τῆς γνώμης ὄψει κεκράτηται.

[11a] [99] ΑΠΟΡΗΜΑΤΩΝ 〈 Ᾱ Β̄...?〉.

ΑΣΥΝΤΑΚΤΑ

[11b] [100] ΑΙΤΙΑΙ ΟΥΡΑΝΙΑΙ.

[11c] [101] ΑΙΤΙΑΙ ΑΕΡΙΟΙ.

[11d] [102] ΑΙΤΙΑΙ ΕΠΙΠΕΔΟΙ.

[11e] [103] ΑΙΤΙΑΙ ΠΕΡΙ ΠΥΡΟΣ ΚΑΙ ΤΩΝ ΕΝ ΠΥΡΙ.

[11f] [104] ΑΙΤΙΑΙ ΕΠΙ ΦΩΝΩΝ.

[11g] [105] ΑΙΤΙΑΙ ΠΕΡΙ ΣΠΕΡΜΑΤΩΝ ΚΑΙ ΦΥΤΩΝ ΚΑΙ ΚΑΡΠΩΝ.

[11h] [106] ΑΙΤΙΑΙ ΠΕΡΙ ΖῼΩΝ Ᾱ Β̄ Γ̄. [107]

[11i] [108] ΑΙΤΙΑΙ ΣΥΜΜΕΙΚΤΟΙ.

[11k] [109] ΠΕΡΙ ΤΗΣ ΛΙΘΟΥ [110]