Pular para o conteúdo

Fragmenta

Demócrito · Fragmenta

Fragmenta

I. II. ΔΗΜΟΚΡΙΤΟΥ ΗΘΙΚΑ

[0a] [1] ΠΥΘΑΓΟΡΗΣ. [2]; [3] [4]

[0b] [5] ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΣΟΦΟΥ ΔΙΑΘΕΣΕΩΣ.

[0c] [6] ΠΕΡΙ ΤΩΝ ΕΝ ΑΙΔΟΥ 〈ᾹΒ̄..?〉.

[7] Δημόκριτον δ’ Ἀβδηρῖται δημοσίαι κρίνοντες ὡς κατεφθαρκότα τὰ πατρῶια, ἐπειδὴ ἀναγνοὺς αὐτοῖς τὸν Μέγαν διάκοσμον καὶ τὰ Περὶ τῶν ἐν Ἅιδου εἶπεν εἰς ταῦτα ἀνηλωκέναι, ἀφείθη. [8] [9]

[1] [10] τὴν μὲν περὶ τῶν ἀποθανεῖν δοξάντων ἔπειτα ἀναβιούντων ἱστορίαν ἄλλοι τε πολλοὶ τῶν παλαιῶν ἤθροισαν καὶ Δ. ὁ φυσικὸς ἐν τοῖς Περὶ τοῦ Ἅιδου γράμμασιν. καὶ τὸν θαυμαστὸν ἐκεῖνον Κωλώτην, τὸν Πλάτωνος ἐχθρόν, Ἐπικούρειον ὄντα πάντως ἔδει 〈τὰ τοῦ〉 καθηγεμόνος τῶν Ἐπικούρου δ〈ογμάτων〉 μὴ ἀγνοῆσαι μηδὲ ἀγνοήσαντα ζητεῖν, πῶς τὸν ἀποθανόντα πάλιν ἀναβιῶναι δυνατόν. οὐδὲ γὰρ ὁ θάνατος ἦν ἀπόσβεσις, ὡς ἔοικεν, τῆς συμπάσης ζωῆς τοῦ σώματος, ἀλλ’ ὑπὸ μὲν πληγῆς τινος ἴσως καὶ τραύματος παρεῖτο, τῆς δὲ ψυχῆς οἱ περὶ τὸν μυελὸν ἔμενον ἔτι δεσμοὶ κατερριζωμένοι καὶ ἡ καρδία τὸ ἐμπύρευμα τῆς ζωῆς εἶχεν ἐγκείμενον τῷ βάθει· καὶ τούτων μενόντων αὖθις ἀνεκτήσατο τὴν ἀπεσβηκυῖαν ζωὴν ἐπιτήδειον πρὸς τὴν ψύχωσιν γενόμενον. [11]

[1a] [12] τῆς δ’ αὖ σηπεδόνος ἔχεται κατὰ Δημόκριτον [καὶ] τὸ δυσωπεῖσθαι διὰ τὴν ὀσ[φρήσεως] τού[των φαν]τασ[ίαν] καὶ δυσμορφίας· καταφέρονται γὰρ ἐπὶ τοιοῦτο πάθος ὡσὰν τῶν μετὰ τῆς εὐσαρκίας καὶ τοῦ κάλλους ἀποθνησκόντων... [13] καὶ παραπέμπουσιν, ὅτι πάντες ἅμα τοῖς ὡς Μίλων εὐσάρκοις ὀλίγου μὲν χρόνου σκελετοὶ γίγνοται, τὸ δὲ πέρας εἰς τὰς πρώτας ἀναλύονται φύσεις· ὑπακουστέον δὲ δῆλον ὅτι τὰ τοῖς εἰρημένοις ἀνάλογα καὶ περὶ τῆς κακοχροίας καὶ συνόλως τῆς δυσμορφίας. κενότατον τοίνυν ἐστὶν τὸ λυπεῖσθαι προορωμένους τὴν οὐ πολυτελῆ ταφὴν καὶ περίβλεπτον, ἀλλὰ λιτὴν καὶ προστυχοῦσαν. [14] εἶθ’ ὅταν ἐναργὴς αὐτοῦ [nämlich τοῦ θανάτου] γένηται θεωρία, παράδοξος αὐτοῖς ὑποπίπτει· παρ’ ἣν αἰτίαν οὐδὲ διαθήκας ὑπομένοντες γράφεσθαι περικατάληπτοι γίνονται καὶ δίσσ’ ἐμφορεῖν ἀναγκάζονται κατὰ Δημόκριτον.

[1b] [15] ΤΡΙΤΟΓΕΝΕΙΑ. [16]

[2] [17] Τριτογένεια ἡ Ἀθηνᾶ κατὰ Δημόκριτον φρόνησις νομίζεται. γίνεται δὲ ἐκ τοῦ φρονεῖν τρία ταῦτα· βουλεύεσθαι καλῶς, λέγειν ἀναμαρτήτως καὶ πράττειν ἃ δεῖ. [18] Δ. δὲ ἐτυμολογῶν τὸ ὄνομά [sc. Τριτογένεια] φησιν, ὅτι ἀπὸ τῆς φρονήσεως τρία ταῦτα συμβαίνει· τὸ εὖ λογίζεσθαι. τὸ εὖ λέγειν καὶ τὸ πράττειν ἃ δεῖ. [19]

[2a] [20] ΠΕΡΙ ΑΝΔΡΑΓΑΘΙΑΣ ἢ ΠΕΡΙ ΑΡΕΤΗΣ.

[2b] [21] ΑΜΑΛΘΕΙΗΣ ΚΕΡΑΣ [22]

[2c] [23] ΠΕΡΙ ΕΥΘΥΜΙΗΣ ἢ ΕΥΕΣΤΩ. [24]; [25]

[3] [26] [27] ὁ μὲν οὖν εἰπὼν ὅτι δεῖ τὸν εὐθυμεῖσθαι μέλλοντα μὴ... ξυνῇ πρῶτον μὲν ἡμῖν πολυτελῆ τὴν εὐθυμίαν καθίστησι γιγνομένην ὤνιον ἀπραξίας. [28]

τὸν εὐθυμεῖσθαι μέλλοντα χρῆ μὴ πολλὰ πρήσσειν, μήτε ἰδίῃ μήτε ξυνῇ, μηδὲ ἅσσ’ ἂν πράσσῃ, ὑπέρ τε δύναμιν αἱρεῖσθαι τὴν ἑωυτοῦ καὶ φύσιν· ἀλλὰ τοσαύτην ἔχειν φυλακήν, ὥστε καὶ τῆς τύχης ἐπιβαλλούσης καὶ ἐς τὸ πλέον ὑπηγεομένης τῷ δοκεῖν, κατατίθεσθαι, καὶ μὴ πλέω προσάπτεσθαι τῶν δυνατῶν. ἡ γὰρ εὐογκίη ἀσφαλέστερον τῆς μεγαλογκίης.

[4] [29] [30] ἀλλὰ καὶ οἱ Ἀβδηρῖται τέλος ὑπάρχειν διδάσκουσιν· Δ. μὲν ἐν τῷ περὶ τέλους τὴν εὐθυμίαν, ἣν καὶ εὐεστὼ προσηγόρευσεν. καὶ πολλάκις ἐπιλέγει· τέρψις “γὰρ καὶ ἀτερπίη οὖρος 〈τῶν συμφόρων καὶ τῶν ἀσυμφόρων” [31], ὃ προκεῖσθαι τέλος τῷ βίῳ τῶν ἀνθρώπων τῶν τε νέων καὶ〉 τῶν περιηκμακότων. Ἑκαταῖος δὲ αὐτάρκειαν [32] καὶ δὴ Ἀπολλόδοτος ὁ Κυζικηνὸς τὴν ψυχαγωγίαν [33] καθάπερ Ναυσιφάνης τὴν ἀκαταπληξίαν [34]· ταύτην γὰρ ἔφη ὑπὸ Δημοκρίτου ἀθαμβίην λέγεσθαι.

[35] [36] [37] [38] [39] [40] [41] [42]

[4a] [43] ΥΠΟΜΝΗΜΑΤΩΝ ΗΘΙΚΩΝ 〈ᾹΒ̄...?〉. Nicht identisch mit den unechten [44]