§ 7. Iuris communionem non pertinere ad bruta animalia. Cf. Phys. IV § 2
[367] [480] ἔτι ἀρέσκει αὐτοῖς μηδὲν εἶναι ἡμῖν δίκαιον πρὸς τὰ ἄλλα ζῷα, διὰ τὴν ἀνομοιότητα, καθά φησι Χρύσιππος ἐν τῷ πρώτῳ περὶ Δικαιοσύνης.
[368] [481] οὐδ’ ἐν τούτοις δὲ ἑώρακε τίνι διαφέρει τὰ ἀπὸ λόγου καὶ λογισμοῦ ἐπιτελούμενα τῶν ἀπ’ ἀλόγου φύσεως καὶ κατασκευῆς ψιλῆς γινομένων, ὧν τὴν αἰτίαν οὐδεὶς μὲν ἐνυπάρχων τοῖς ποιοῦσι λόγος ἀναδέχεται· οὐδὲ γὰρ ἔχουσιν αὐτόν — — πόλεις οὖν παρ’ ἀνθρώποις μετὰ πολλῶν ὑπέστησαν τεχνῶν καὶ διατάξεως νόμων· πολιτεῖαι δὲ καὶ ἀρχαὶ καὶ ἡγεμονίαι ἐν ἀνθρώποις ἤτοι αἱ κυρίως εἰσὶν οὕτως καλούμεναι, σπουδαῖαί τινες ἕξεις καὶ ἐνέργειαι, ἢ καὶ αἱ καταχρηστικώτερον οὕτως ὀνομαζόμεναι πρὸς τὴν κατὰ τὸ δυνατὸν ἐκείνων μίμησιν· ἐκείναις γὰρ ἐνορῶντες οἱ ἐπιτετευγμένως νομοτεθήσαντες συνεστήσαντο τὰς ἀρίστας πολιτείας καὶ τὰς ἀρχὰς καὶ τὰς ἡγεμονίας, ὧν οὐδὲν ἐν τοῖς ἀλόγοις ἔστιν εὑρεῖν.
[482] τὴν θείαν δὲ φύσιν θαυμαστέον μέχρι τῶν ἀλόγων ἐκτείνασαν τὸ οἱονεὶ πρὸς τὰ λογικὰ μίμημα.
[369] [483] Ut enim in membris alia sunt tamquam sibi nata, ut oculi, ut aures, aliqua etiam ceterorum membrorum usum adiuvant, ut crura, ut manus, sic immanes quaedam bestiae sibi solum natae sunt: at illa quae in concha patula pina dicitur, isque qui enat e concha, qui quod eam custodit pinoteres vocatur, in eamque cum se recepit includitur, ut videatur monuisse ut caveret: itemque formicae, apes, ciconiae aliorum etiam causa quaedam faciunt. Multo *** haec coniunctio est hominis. Itaque natura sumus apti ad coetus, concilia, civitates.
[370] [484] ταῦτα δὴ παρῄνουν οἱ περὶ τὸν Πυθαγόραν πταίοντες (scil. κοινωνίαν εἶναί τινα ἡμῖν πρὸς τὰ ἄλογα τῶν ζῴων). οὐ γὰρ εἰ ἔστι τι διῆκον δι’ ἡμῶν τε καὶ ἐκείνων πνεῦμα, εὐθὺς ἔστι τις ἡμῖν δικαιοσύνη πρὸς τὰ ἄλογα τῶν ζῴων. ἰδοὺ γὰρ καὶ διὰ τῶν λίθων καὶ διὰ τῶν φυτῶν πεφοίτηκέ τι πνεῦμα, ὥστε ἡμᾶς αὐτοῖς συνενοῦσθαι, ἀλλ’ οὐδέν ἐστιν ἡμῖν δίκαιον πρὸς τὰ φυτὰ καὶ ⟨τοὺς⟩ λίθους οὐδὲ μὴν τέμνοντες καὶ πρίζοντες τὰ τοιαῦτα τῶν σωμάτων ἀδικοῦμεν. τί οὖν φασιν οἱ Στωϊκοὶ δικαιοσύνην τινὰ καὶ ἐπιπλοκὴν ἔχειν τοὺς ἀνθρώπους πρὸς ἀλλήλους καὶ τοὺς θεούς; οὐ καθόσον ἐστὶ τὸ ἐληλακὸς διὰ πάντων πνεῦμα, ἐπεὶ ἂν καὶ πρὸς τὰ ἄλογα τῶν ζῴων ἐσῴζετό τι δίκαιον ἡμῖν, ἀλλ’ ἐπεὶ λόγον ἔχομεν τὸν ἐπ’ ἀλλήλους τε καὶ θεοὺς διατείνοντα, οὗ τὰ ἄλογα τῶν ζῴων μὴ μετέχοντα οὐκ ἂν ἔχοι τι πρὸς ἡμᾶς δίκαιον.
[371] [485] Et quomodo hominum inter homines iuris esse vincula putant, sic homini nihil iuris esse cum bestiis. Praeclare enim Chrysippus, cetera nata esse hominum causa et deorum; eos autem communitatis et societatis suae: ut bestiis homines uti ad utilitatem suam possent sine iniuria; quoniamque ea natura esset hominis, ut ei cum genere humano quasi civile ius intercederet: qui id conservaret, eum iustum: qui migraret, iniustum fore. Sed quemadmodum, theatrum cum commune sit, recte tamen dici potest, eius esse eum locum, quem quisque occuparit: sic in urbe mundove communi non adversatur ius, quo minus suum quidque cuiusque sit.
[372] [486] Τῶν ὄντων τὰ μὲν οὔτε ἀρετῆς οὔτε κακίας μετέχει, ὥσπερ φυτὰ καὶ ζῷα ἄλογα, τὰ μὲν ὅτι ἄψυχά τέ ἐστι καὶ ἀφαντάστῳ φύσει διοικεῖται, τὰ δὲ ὅτι νοῦν καὶ λόγον ἐκτέτμηται. Κακίας δὲ καὶ ἀρετῆς ὡς ἂν οἶκος νοῦς καὶ λόγος, ᾧ πεφύκασιν ἐνδιαιτᾶσθαι. Τὰ δὲ αὖ μόνης κεκοινώνηκεν ἀρετῆς, ἀμέτοχα πάσης ὄντα κακίας, ὥσπερ οἱ ἀστέρες. Οὗτοι γὰρ ζῷά τε εἶναι λέγονται καὶ ζῷα νοερά. — — Τὰ δὲ τῆς μικτῆς ἐστι φύσεως, ὥσπερ ἄνθρωπος, ὃς ἐπιδέχεται — ἀρετὴν καὶ κακίαν.
[373] [487] οἱ γὰρ ἀπὸ τῆς Στοᾶς καὶ τοῦ Περιπάτου μάλιστα πρὸς τοὐναντίον ἐντείνονται τῷ λόγῳ, τῆς δικαιοσύνης ἑτέραν γένεσιν οὐκ ἐχούσης, ἀλλὰ παντάπασιν ἀσυστάτου καὶ ἀνυπάρκτου γινομένης, εἰ πᾶσι τοῖς ζῴοις λόγου μέτεστι· γίνεται γὰρ ἢ τὸ ἀδικεῖν ἀναγκαῖον ἡμῖν ἀφειδοῦσιν αὐτῶν ἢ μὴ χρωμένων αὐτοῖς τὸ ζῆν ἀδύνατον καὶ ἄπορον· καὶ τρόπον τινὰ θηρίων βίον βιωσόμεθα, τὰς ἀπὸ τῶν θηρίων προέμενοι χρείας. —
[374] [488] Οὐκ ἴσος δέ τις οὗτος ὁ ἀγὼν τοῖς Στωϊκοῖς ὑπὲρ τῆς σαρκοφαγίας. τίς γὰρ ὁ πολὺς τόνος εἰς τὴν γαστέρα καὶ τὰ ὀπτανεῖα; τί τὴν ἡδονὴν θηλύνοντες καὶ διαβάλλοντες, ὡς οὔτε ἀγαθὸν οὔτε προηγούμενον οὔτε οἰκεῖον, οὕτω [πρὸς τὰ] περὶ τῶν ἡδονῶν ἐσπουδάκασι; καὶ μὴν ἀκόλουθον ἦν αὐτοῖς, εἰ μῦρον ἐξελαύνουσι καὶ πέμμα τῶν συμποσίων, μᾶλλον αἷμα καὶ σάρκα δυσχεραίνειν. νῦν δ’ ὥσπερ εἰς ἐφημερίδα φιλοσοφοῦντες δαπάνην ἀφαιροῦσι τῶν δείπνων ἐν τοῖς ἀχρήστοις καὶ περιττοῖς, τὸ δὲ ἀνήμερον τῆς πολυτελείας καὶ φονικὸν οὐ παραιτοῦνται· “ναί, φησίν, οὐδὲν γὰρ ἡμῖν πρὸς τὰ ἄλογα δίκαιόν ἐστι.” οὐδὲ γὰρ πρὸς τὸ μῦρον, φαίη τις ἄν, οὐδὲ πρὸς τὰ ξενικὰ τῶν ἡδυσμάτων· ἀλλὰ καὶ τούτων ἀποτρέπεσθε, τὸ μὴ χρήσιμον μηδὲ ἀναγκαῖον ἐν ἡδονῇ πανταχόθεν ἐξελαύνοντες.
[375] [489] διττὸν εἶναι πέφυκε τὸ ἄλογον, τὸ μὲν παρὰ τὸν αἱροῦντα λόγον, ὃν ἄφρονα φασί τινες, τὸ δὲ κατ’ ἐκτομὴν λόγου, ὡς τῶν ζῴων τὰ μὴ λογικά.
[376] [490] Οἱ Ἐπικούρειοι καί τινες τῶν ὕστερον Στωϊκῶν μετεδίδοσαν καὶ τοῖς ἀλόγοις εὐδαιμονίας.