Ethica VII. De affectibus. § 1. Notio affectus et singulorum affectuum definitiones
[377] [491] Ὁρμὴ μὲν οὖν φορὰ διανοίας ἐπί τι ἢ ἀπό του· πάθος δὲ πλεονάζουσα ὁρμὴ ἢ ὑπερτείνουσα τὰ κατὰ τὸν λόγον μέτρα· ἢ ὁρμὴ ἐκφερομένη καὶ ἀπειθὴς λόγιω. Παρὰ φύσιν οὖν κινήσεις ψυχῆς κατὰ τὴν πρὸς τὸν λόγον ἀπείθειαν τὰ πάθη.
[378] [492] Ἐπεὶ δ’ ἐν εἴδει τὸ πάθος τῆς ὁρμῆς ἐστι, λέγωμεν ἑξῆς περὶ παθῶν.
[493] Πάθος δ’ εἶναί φασιν ὁρμὴν πλεονάζουσαν καὶ ἀπειθῆ τῷ αἱροῦντι λόγῳ ἢ κίνησιν ψυχῆς ⟨ἄλογον⟩ παρὰ φύσιν (εἶναι δὲ πάθη πάντα τοῦ ἡγεμονικοῦ τῆς ψυχῆς), διὸ καὶ πᾶσαν πτοίαν πάθος εἶναι, ⟨καὶ⟩ πάλιν ⟨πᾶν⟩ πάθος πτοίαν. Τοῦ δὲ πάθους τοιούτου ὄντος ὑποληπτέον, τὰ μὲν πρῶτα εἶναι καὶ ἀρχηγά, τὰ δ’ εἰς ταῦτα τὴν ἀναφορὰν ἔχειν. Πρῶτα δ’ εἶναι τῷ γένει ταῦτα τὰ τέσσαρα, ἐπιθυμίαν, φόβον, λύπην, ἡδονήν. Ἐπιθυμίαν μὲν οὖν καὶ φόβον προηγεῖσθαι, τὴν μὲν πρὸς τὸ φαινόμενον ἀγαθόν, τὸν δὲ πρὸς τὸ φαινόμενον κακόν. Ἐπιγίγνεσθαι δὲ τούτοις ἡδονὴν καὶ λύπην, ἡδονὴν μὲν ὅταν τυγχάνωμεν ὧν ἐπεθυμοῦμεν ἢ ἐκφύγωμεν ἃ ἐφοβούμεθα· λύπην δέ, ὅταν ἀποτυγχάνωμεν ὧν ἐπεθυμοῦμεν ἢ περιπέσωμεν οἷς ἐφοβούμεθα. Ἐπὶ πάντων δὲ τῶν τῆς ψυχῆς παθῶν, ἐπεὶ δόξας αὐτὰ λέγουσιν εἶναι, παραλαμβάνεσθαι τὴν δόξαν ἀντὶ τῆς ἀσθενοῦς ὑπολήψεως, τὸ δὲ πρόσφατον ἀντὶ τοῦ κινητικοῦ συστολῆς ἀλόγου ⟨ἢ⟩ ἐπάρσεως.
[379] [494] Omnium autem perturbationum fontem esse dicunt intemperantiam, quae est [a] tota mente a recta ratione defectio, sic aversa a praescriptione rationis, ut nullo modo adpetitiones animi nec regi nec contineri queant. Quem ad modum igitur temperantia sedat adpetitiones et efficit, ut eae rectae rationi pareant, conservatque considerata iudicia mentis, sic huic inimica intemperantia omnem animi statum inflammat, conturbat, incitat, itaque et aegritudines et metus et reliquae perturbationes omnes gignuntur ex ea.
[380] [495] Sed omnes perturbationes iudicio censent fieri et opinione. Itaque eas definiunt pressius, ut intellegatur, non modo quam vitiosae, sed etiam quam in nostra sint potestate. - - [496] Sed quae iudicia quasque opiniones perturbationum esse dixi, non in eis perturbationes solum positas esse dicunt, verum illa etiam, quae efficiuntur perturbationibus, ut aegritudo quasi morsum aliquem doloris efficiat, metus recessum quendam animi et fugam, laetitia profusam hilaritatem, lubido effrenatam adpetentiam. Opinationem autem, quam in omnis definitiones superiores inclusimus, volunt esse imbecillam adsensionem.
[381] [497] perturbationes animorum - quas Graeci πάθη appellant. - omnesque eae sunt genere quattuor, partibus plures: aegritudo, formido, libido, quamque Stoici communi nomine corporis et animi ἡδονήν appellant - quasi gestientis animi elationem voluptariam. Perturbationes autem nulla naturae vi commoventur, omniaque ea sunt opiniones ac iudicia levitatis. Itaque his sapiens semper vacabit.
[382] [498] καὶ οὐ κακῶς· οἱ ἀπὸ Ζήνωνος τὰ πάθη τῆς ἀνθρωπίνης ψυχῆς τοῦ λόγου διαστροφὰς εἶναι τιθέμενοι καὶ λόγου κρίσεις ἡμαρτημένας etc.
[383] [499] οὐ γὰρ μόνον ἀπὸ τῶν δογμάτων τοιάδε κινεῖται πάθη τοῖς ἀνθρώποις, ὡς οἱ ἀπὸ τῆς Στοᾶς λέγουσιν, ἀλλὰ καὶ τοὐναντίον διὰ τὰ τοιάδε πάθη καὶ τὰς ὀρέξεις μεταβάλλουσι τὰς δόξας etc.
[384] [500] καὶ φασὶν αὐτοὶ (scil. Stoici) τῶν πραγμάτων ἐκβιαζομένων “οὐ πᾶσαν εἶναι κρίσιν πάθος, ἀλλὰ τὴν κινητικὴν ὁρμῆς βιαίου καὶ πλεοναζούσης” ὁμολογοῦντες ἕτερον εἶναι τὸ κρῖνον καὶ τὸ πάσχον ἐν ἡμῖν, ὥσπερ τὸ κινοῦν καὶ τὸ κινούμενον. αὐτός τε Χρύσιππος ἐν πολλοῖς ὁριζόμενος τὴν καρτερίαν καὶ τὴν ἐγκράτειαν ἕξεις ἀκολουθητικὰς τῷ αἱροῦντι λόγῳ, δῆλός ἐστιν ὑπὸ τῶν πραγμάτων ὁμολογεῖν ἀναγκαζόμενος ὡς ἕτερόν ἐστι τὸ ἀκολουθοῦν ἐν ἡμῖν τοῦ ᾧ ἀκολουθεῖ πειθόμενον, ἢ πάλιν μάχεται μὴ πειθόμενον.
[385] [501] Est igitur causa omnis in opinione, nec vero aegritudinis solum, sed etiam reliquarum omnium perturbationum, quae sunt genere quattuor, partibus plures. Nam cum omnis perturbatio sit animi motus vel rationis expers vel rationem aspernans vel rationi non oboediens, isque motus aut boni aut mali opinione citetur bifariam, quattuor perturbationes aequaliter distributae sunt. Nam duae sunt ex opinione boni, quarum altera, voluptas gestiens, id est praeter modum elata laetitia, opinione praesentis magni alicuius boni, altera, quae est immoderata appetitio opinati magni boni, rationi non obtemperans vel cupiditas recte vel libido dici potest. [502] Ergo haec duo genera, voluptas gestiens et libido, bonorum opinione turbantur, ut duo reliqua, metus et aegritudo malorum. Nam et metus opinio magni mali impendentis, et aegritudo est opinio magni mali praesentis, et quidem recens opinio talis mali, ut in eo rectum videatur esse angi; id autem est, ut is, qui doleat, oportere opinetur se dolere.
[386] [503] οἱ μὲν οὖν ἐκ τῆς Στοᾶς ᾠήθησαν πάθος εἶναι ὁρμὴν σφοδρὰν ἢ ὁρμὴν ἄλογον, λαμβάνοντες τὸ ὑπεναντίον τῷ ὀρθῷ λόγῳ. [504]
[505] γενικὰ δὲ πάθη οἱ μὲν ἐκ τῆς Στοᾶς ἔφασαν εἶναι ἡδονὴν καὶ λύπην φόβον ⟨καὶ⟩ ἐπιθυμίαν· γίνεσθαι μὲν γὰρ τὰ πάθη ἔφασαν δι’ ὑπόληψιν ἀγαθοῦ καὶ κακοῦ, ἀλλ’ ὅταν μὲν ὡς ἐπὶ παροῦσι τοῖς ἀγαθοῖς κινῆται ἡ ψυχή, ἡδονὴν εἶναι, ὅταν δὲ ὡς ἐπὶ παροῦσι τοῖς κακοῖς, λύπην· πάλιν δὲ ἐπὶ τοῖς προσδοκωμένοις ἀγαθοῖς ἐπιθυμία συμβαίνει, ὄρεξις οὖσα ὡς φαινομένου ἀγαθοῦ, κακῶν δὲ προσδοκωμένων τὸ συμβαῖνον πάθος φόβον ἔλεγον εἶναι.
[506] τοιαύτη ἐστὶν ἡ λύπη, ἣν οἱ ἀπὸ τῆς Στοᾶς ἀντὶ λύπης συστολὴν καλοῦσι.
[387] [507] Varro et omnes philosophi dicunt, quattuor esse passiones, duas a bonis opinatis, et duas a malis opinatis rebus: nam dolere et timere duae opiniones malae sunt, una praesentis, alia futuri: item gaudere et cupere opiniones bonae sunt, una praesentis, altera futuri.
[388] [508] τεττάρων ὄντων ἐν τῇ ψυχῇ παθῶν, δυοῖν μὲν περὶ τὸ ἀγαθὸν ἐνεστὼς ἢ μέλλον, ἡδονῆς καὶ ἐπιθυμίας, δυοῖν δὲ περὶ τὸ κακόν, παρὸν ἢ προσδοκώμενον, λύπης καὶ φόβου etc.
[389] [509] τὸ δὲ "ἄλογον" καὶ τὸ "παρὰ φύσιν" (scil. in πάθους definitione) οὐ κοινῶς, ἀλλὰ τὸ μὲν “ἄλογον” ἴσον τῷ “ἀπειθὲς τῷ λόγῳ.” πᾶν γὰρ πάθος βιαστικόν ἐστι, ὡς πολλάκις ὁρῶντας τοὺς ἐν τοῖς πάθεσιν ὄντας ὅτι οὐ συμφέρει τόδε ποιεῖν, ὑπὸ τῆς σφοδρότητος ἐκφερομένους, καθάπερ ὑπό τινος ἀπειθοῦς ἵππου, ἀνάγεσθαι πρὸς τὸ ποιεῖν αὐτό, παρ’ ὃ καὶ πολλάκις τινὰς ἐξομολογεῖσθαι λέγοντας τὸ θρυλούμενον τοῦτο· ([510])
γνώμην δ’ ἔχοντα μ’ ἡ φύσις βιάζεται·
γνώμην γὰρ λέγει νῦν τὴν εἴδησιν καὶ γνῶσιν τῶν ὀρθῶν πραγμάτων. καὶ τὸ “παρὰ φύσιν” δ’ εἴληπται ἐν τῇ τοῦ πάθους ὑπογραφῇ, ὡς συμβαίνοντος παρὰ τὸν ὀρθὸν καὶ κατὰ φύσιν λόγον. πάντες δ’ οἱ ἐν τοῖς πάθεσιν ὄντες ἀποστρέφονται τὸν λόγον, οὐ παραπλησίως δὲ τοῖς ἐξηπατημένοις ἐν ὁτῳοῦν, ἀλλ’ ἰδιαζόντως. οἱ μὲν γὰρ ἠπατημένοι λόγου χάριν περὶ ⟨τοῦ⟩ τὰς ἀτόμους ἀρχὰς εἶναι, διδαχθέντες ὅτι οὔκ εἰσιν, ἀφίστανται τῆς κρίσεως· οἱ δ’ ἐν τοῖς πάθεσιν ὄντες, κἂν μάθωσι, κἂν μεταδιδαχθῶσιν ὅτι οὐ δεῖ λυπεῖσθαι ἢ φοβεῖσθαι, ἢ ὅλως ἐν τοῖς πάθεσιν εἶναι τῆς ψυχῆς, ὅμως οὐκ ἀφίστανται τούτων, ἀλλ’ ἄγονται ὑπὸ τῶν παθῶν εἰς τὸ ὑπὸ τῆς τούτων κρατεῖσθαι τυραννίδος.
[390] [511] ἐν δὲ τοῖς περὶ Ἀνομολογίας ὁ Χρύσιππος εἰπὼν “ὅτι τυφλόν ἐστιν ἡ ὀργὴ καὶ πολλάκις μὲν οὐκ ἐᾷ ὁρᾶν τὰ ἐκφανῆ, πολλάκις δὲ τοῖς καταλαμβονομένοις ἐπιπροσθεῖ” μικρὸν προελθὼν “Τὰ γὰρ ἐπιγιγνόμενα,” φησὶ “πάθη ἐκκρούει τοὺς λογισμοὺς καὶ τὰ ὡς ἑτέρως φαινόμενα, βιαίως προωθοῦντα ἐπὶ τὰς ἐναντίας πράξεις.” εἶτα χρῆται μάρτυρι τῷ Μενάνδρῳ λέγοντι ([512])
Οἴμοι τάλας ἔγωγε, ποῦ ποθ’ αἱ φρένες
ἡμῶν ἐκεῖνον ἦσαν ἐν τῷ σώματι
τὸν χρόνον, ὅτ’ οὐ ταῦτ’, ἀλλ’ ἐκεῖν’ ᾑρούμεθα;
καὶ πάλιν ὁ Χρύσιππος προελθὼν “Τοῦ λογικοῦ (φησὶ) ζῴου φύσιν ἔχοντος προσχρῆσθαι εἰς ἕκαστα τῷ λόγῳ καὶ ὑπὸ τούτου κυβερνᾶσθαι, πολλάκις ἀποστρέφεσθαι αὐτὸν ἡμᾶς, ἄλλῃ βιαιοτέρᾳ φορᾷ χρωμένους.”
[391] [513] Πάθος ἐστὶν ἄλογος ψυχῆς κίνησις καὶ παρὰ φύσιν ἢ ὁρμὴ πλεονάζουσα. - - τὰ δὲ γενικώτερα πάθη τέσσαρα· λύπη, φόβος, ἐπιθυμία, ἡδονή.
λύπη μὲν οὖν ἐστιν ἄλογος συστολή. ἢ δόξα πρόσφατος κακοῦ παρουσίας, ἐφ’ ᾧ οἴονται δεῖν συστέλλεσθαι.
φόβος δὲ ἄλογος ἔκκλισις· ἢ φυγὴ ἀπὸ προσδοκωμένου δεινοῦ.
ἐπιθυμία δὲ ἄλογος ὄρεξις· ἢ δίωξις προσδοκωμένου ἀγαθοῦ.
ἡδονὴ δὲ ἄλογος ἔταρσις· ἢ δόξα πρόσφατος ἀγαθοῦ παρουσίας, ἐφ’ᾧ οἴονται δεῖν ἐπαίρεσθαι.
[392] [514] ἐξ ἀλόγου πάθους, ἢ παρὰ φύσιν ἐπαιρούσης καὶ μετεωριζούσης ἡδονῆς, ἢ συστελλούσης ἔμπαλιν λύπης καὶ καθαιρούσης ἢ ἀποστρέφοντος καὶ ἀποκλίνοντος τὴν ἐπ’ εὐθείας ὁρμὴν φόβου, ἢ τῆς ἐπιθυμίας πρὸς τὰ μὴ παρόντα ἑλκούσης καὶ ἀποτεινούσης βίᾳ. ibid. τὸ μὲν γὰρ τοῦ σώματος (scil. κάλλος) ἐν συμμετρίᾳ μερῶν εὐχροίᾳ τε καὶ εὐσαρκίᾳ κεῖται, - - τὸ δὲ τῆς διανοίας ἐν ἁρμονίᾳ δογμάτων καὶ ἀρετῶν συμφωνίᾳ etc.
[393] [515] Est ergo aegritudo opinio recens mali praesentis, in quo demitti contrahique animo rectum esse videatur; laetitia opinio recens boni praesentis, in quo efferri rectum esse videatur; metus opinio impendentis mali, quod intolerabile esse videatur; libido opinio venturi boni, quod sit ex usu iam praesens esse atque adesse.
[394] [516] Τὴν μὲν οὖν ἐπιθυμίαν λέγουσιν ὄρεξιν εἶναι ἀπειθῆ λόγῳ· αἴτιον δ’ αὐτῆς τὸ δοξάζειν ἀγαθὸν ἐπιφέρεσθαι, οὗ παρόντος εὖ ἀπαλλάξομεν, τῆς δόξης αὐτῆς ἐχούσης τὸ ἀτάκτως κινητικὸν ⟨πρόσφατον τοῦ ὄντως αὐτὸ ὀρεκτὸν εἶναι⟩. Φόβον δ’ εἶναι ἔκκλισιν ἀπειθῆ λόγῳ, αἴτιον δ’ αὐτοῦ τὸ δοξάζειν κακὸν ἐπιφέρεσθαι, τῆς δόξης τὸ κινητικὸν [καὶ] πρόσφατον ἐχούσης τοῦ ὄντως αὐτὸ φευκτὸν εἶναι. Λύπην δ’ εἶναι συστολὴν ψυχῆς ἀπειθῆ λόγῳ, αἴτιον δ’ αὐτῆς τὸ δοξάζειν πρόσφατον κακὸν παρεῖναι, ἐφ’ ᾧ καθήκει ⟨συστέλλεσθαι. Ἡδονὴν δ’ εἶναι ἔπαρσιν ψυχῆς ἀπειθῆ λόγῳ, αἴτιον δ’ αὐτῆς τὸ δοξάζειν πρόσφατον ἀγαθὸν παρεῖναι, ἐφ’ ᾧ καθήκει⟩ ἐπαίρεσθαι.
Ὑπὸ μὲν οὖν τὴν ἐπιθυμίαν ὑπάγεται τὰ τοιαῦτα· ὀργὴ καὶ τὰ εἴδη αὐτῆς (θυμὸς καὶ χόλος καὶ μῆνις καὶ κότος καὶ πικρίαι καὶ τὰ τοιαῦτα), ἔρωτες σφοδροὶ καὶ πόθοι καὶ ἵμεροι καὶ φιληδονίαι καὶ φιλοπλουτίαι καὶ φιλοδοξίαι καὶ τὰ ὅμοια· ὑπὸ δὲ τὴν ἡδονὴν ἐπιχαιρεκακίαι καὶ ἀσμενισμοὶ καὶ γοητεῖαι καὶ τὰ ὅμοια· ὑπὸ δὲ τὸν φόβον ὄκνοι καὶ ἀγωνίαι καὶ ἔκπληξις καὶ αἰσχύναι καὶ θόρυβοι καὶ δεισιδαιμονίαι καὶ δέος καὶ δείματα· ὑπὸ δὲ τὴν λύπην φθόνος, ζῆλος, ζηλοτυπία, ἔλεος, πένθος, ἄχθος, ἄχος, ἀνία, ὀδύνη, ἄση.
[517] τούτων δὲ τῶν παθῶν τὰ μὲν ἐμφαίνειν τὸ ἐφ’ ᾧ γίγνεται, οἷον ἔλεον, φθόνον, ἐπιχαιρεκακίαν, αἰσχύνην· τὰ δὲ τὴν ἰδιότητα τῆς κινήσεως, οἷον ὀδύνην, δεῖμα.
[395] [518] ὀργὴ μὲν οὖν ἐστιν ἐπιθυμία ⟨τοῦ⟩ τιμωρήσασθαι τὸν δοκοῦντα ἠδικηκέναι παρὰ τὸ προσῆκον· θυμὸς δὲ ὀργὴ ἐναρχομένη· χόλος δὲ ὀργὴ διοιδοῦσα· μῆνις δὲ ὀργὴ εἰς παλαίωσιν ἀποτεθειμένη ἢ ἐναποκειμένη· κότος δὲ ὀργὴ ἐπιτηροῦσα καιρὸν εἰς τιμωρίαν· πικρία δὲ ὀργὴ παραχρῆμα ἐκρηγνυμένη· ἔρως δὲ ἐπιβολὴ φιλοποΐας διὰ κάλλος ἐμφαινόμενον· πόθος δὲ ἐπιθυμία τοῦ ἔρωτι ἀπόντος· ἵμερος δὲ ἐπιθυμία φίλου ἀπόντος ὁμιλίας· φιληδονία δὲ ἐπιθυμία ἡδονῶν· φιλοπλουτία δὲ πλούτου· φιλοδοξία δὲ δόξης.
[396] [519] ἐπιθυμία δέ ἐστιν ἄλογος ὄρεξις, ὑφ’ ἣν τάττεται καὶ ταῦτα· σπάνις, μῖσος, φιλονικία, ὀργή, ἔρως, μῆνις, θυμός. ἔστι δὲ ἡ μὲν σπάνις ἐπιθυμία τις ἐν ἀποτεύξει καὶ οἷον κεχωρισμένη ἐκ τοῦ πράγματος, τεταμένη δὲ διακενῆς ἐπ’ αὐτὸ καὶ σπωμένη· μῖσος δέ ἐστιν ἐπιθυμία τις τοῦ κακῶς εἶναί τινι μετὰ προκοπῆς τινος καὶ παρατάσεως, φιλονικία δὲ ἐπιθυμία τις περιαιρέσεως, ὀργὴ δὲ ἐπιθυμία τιμωρίας τοῦ δοκοῦντος ἠδικηκέναι οὐ προσηκόντως· ἔρως δέ ἐστιν ἐπιθυμία τις ⟨καὶ⟩ οὐχὶ περὶ σπουδαίους· ἔστι γὰρ ἐπιβολὴ φιλοποιΐας διὰ κάλλος ἐμφαινόμενον· μῆνις δέ ἐστιν ὀργή τις πεπαλαιωμένη καὶ ἐπι***κότος ἐπιτηρητικὴ [δέ], ὅπερ ἐμφαίνεται διὰ τῶνδε·
εἴπερ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ,
ἀλλά τε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ.
ὁ δὲ θυμός ἐστιν ὀργὴ ἀρχομένη.
[397] [520]
Ἐπιθυμίας εἴδη κζʹ.
Ὀργὴ μὲν οὖν ἐστιν ἐπιθυμία τιμωρίας τοῦ ἠδικηκέναι δοκοῦντος.
Θυμὸς δὲ ὀργὴ ἐναρχομένη.
Χόλος δὲ ὀργὴ διοιδοῦσα.
Πικρία δὲ ὀργὴ παραχρῆμα ἐκρηγνυμένη.
Μῆνις δὲ ὀργὴ εἰς παλαίωσιν ἀποτιθεμένη.
Κότος δὲ ὀργὴ καιρὸν ἐπιτηροῦσα εἰς τιμωρίαν.
Ἔρως δὲ ἐπιθυμία σωματικῆς συνουσίας.
ἄλλος ἔρως· ἐπιθυμία φιλίας.
ἄλλος ἔρως· [ὑπηρεσία θεῶν εἰς ναῶν κατακόσμησιν καὶ καλῶν] ὃν ἐπιβολὴν καλοῦσι φιλοποιΐας διὰ κάλλος ἐμφαινόμενον.
Ἵμερος δὲ ἐπιθυμία φίλου ἀπόντος ὁμιλίας.
Πόθος δὲ ἐπιθυμία κατὰ ἔρωτα ἀπόντος.
Δυσμένεια δὲ δύσνοια ἐπιτηρητικὴ καὶ κακοποιός.
Δύσνοια δὲ ἐπιθυμία τοῦ κακῶς εἶναί τινι αὐτοῦ ἕνεκεν ἐκείνου.
Ἁψικορία δὲ ἐπιθυμία ταχὺ ἐμπιπλαμένη.
Ῥιψοφθαλμία δὲ ταχυτὴς περὶ τὸ ἰδεῖν τὸ ποθούμενον.
Σπάνις δὲ ἐπιθυμία ἀτελής.
Τραχυτὴς δὲ ἐπιθυμία ἀνώμαλος.
Ἔρις δὲ ἐπιθυμία εἰς ἀντίταξιν κακοποιητικήν.
Προσπάθεια δὲ ἐπιθυμία δεδουλωμένη.
Φιληδονία δὲ ἐπιθυμία ἡδονῶν ἄμετρος.
Φιλοχρηματία δὲ ἐπιθυμία [ἄχρηστος ἢ] ἄμετρος χρημάτων.
Φιλοτιμία δὲ ἐπιθυμία ἄμετρος τιμῆς.
Φιλοζωΐα δὲ ἐπιθυμία ζωῆς ἄλογος.
Φιλοσωματία δὲ ἐπιθυμία σώματος εὐθηνίας παρὰ τὸ δέον.
Γαστριμαργία δὲ ἐπιθυμία ἄμετρος σιτίων.
Οἰνοφλυγία δὲ ἐπιθυμία οἴνου ἄπληστος.
Λαγνεία δὲ ἐπιθυμία συνουσιῶν ἄμετρος.
[398] [521] Quae autem libidini subiecta sunt, ea sic definiunt, ut ira sit libido poeniendi eius, qui videatur laesisse iniuria, excandescentia autem sit ira nascens et modo existens, quae θύμωσις Graece dicitur, odium ira inveterata, inimicitia ira ulciscendi tempus observans, discordia ira acerbior intimo animo et corde concepta, indigentia libido inexplebilis, desiderium libido eius, qui nondum adsit, videndi.
Distinguunt illud etiam, ut libido sit earum rerum, quae dicuntur de quodam aut quibusdam, quae κατηγορήματα dialectici appellant, ut habere divitias, capere honores, indigentia rerum ipsarum sit, ut honorum, ut pecuniae.
[399] [522] ὁ λέγων τὸν ἔρωτα “ἐπιβολὴν εἶναι φιλοποιΐας” συνεμφαίνει τὸ “νέων ὡραίων”, καὶ εἰ μὴ κατὰ ῥητὸν τοῦτο ἐκφέρῃ· οὐθεὶς γὰρ γερόντων καὶ ἀκμῆς ὥραν μὴ ἐχόντων ἐρᾷ.
[400] [523] ἡδονὴ δέ ἐστιν ἄλογος ἔπαρσις ἐφ’ αἱρετῷ δοκοῦντι ὑπάρχειν, ὑφ’ ἣν τάττεται κήλησις, ἐπιχαιρεκακία, τέρψις, διάχυσις. κήλησις μὲν οὖν ἐστιν ἡδονὴ δι’ ὤτων κατακηλοῦσα, ἐπιχαιρεκακία δὲ ἡδονὴ ἐπ’ ἀλλοτρίοις κακοῖς, τέρψις δέ, οἷον τρέψις, προτροπή τις ψυχῆς ἐπὶ τὸ ἀνειμένον, διάχυσις δὲ ἀνάλυσις ἀρετῆς.
[401] [524]
Ἡδονῆς εἴδη εʹ.
Ἀσμενισμὸς μὲν οὖν ἐστιν ἡδονὴ ἐπὶ ἀπροσδοκήτοις ἀγαθοῖς.
Τέρψις δὲ ἡδονὴ δι’ ὄψεως ἢ δι’ ἀκοῆς.
Κήλησις δὲ ἡδονὴ δι’ ἀκοῆς κατακηλοῦσα· ἢ ἡδονὴ ἐκ λόγου τε καὶ μουσικῆς ἢ δι’ ἀπάτης γινομένη.
Ἐπιχαιρεκακία δὲ ἡδονὴ ἐπὶ τοῖς τῶν πέλας ἀτυχήμασιν.
Γοητεία δὲ ἡδονὴ κατ’ ἀπάτην ἢ διὰ μαγείας.
[402] [525] ἐπιχαιρεκακία δὲ ἡδονὴ ἐπ’ ἀλλοτρίοις κακοῖς· ἀσμενισμὸς δὲ ἡδονὴ ἐπὶ ἀπροσδοκήτοις· γοητεία δὲ ἡδονὴ δι’ ὄψεως κατὰ ἀπάτην.
[403] [526] Voluptatis autem partes hoc modo discribunt, ut malivolentia sit voluptas ex malo alterius sine emolumento suo, delectatio voluptas suavitate auditus animum deleniens; et qualis est haec aurium, tales sunt et oculorum et tactionum et odorationum et saporum, quae sunt omnes unius generis ad perfundendum animum tamquam inliquefactae voluptates. Iactatio est voluptas gestiens et se efferens insolentius.
[404] [527] Sed hoc interest, quod voluptas dicitur etiam in animo, vitiosa res, ut Stoici putant, qui eam sic definiunt: sublationem animi sine ratione, opinantis se magno bono frui.
[405] [528] καθόλου γὰρ οὐκ ἀναγκαῖον τὸ τῆς ἡδονῆς πάθος, ἐπακολούθημα δὲ χρείαις τισὶ φυσικαῖς, πείνῃ, δίψει, ῥίγει, γάμῳ. Εἰ γοῦν ταύτης δίχα πιεῖν οἷόν τε ἦν ἢ τροφῆς προσίεσθαι ἢ παιδοποιεῖν, ἐδείχθη ἂν οὐδεμία ἑτέρα χρεία ταύτης. Οὔτε γὰρ ἐνέργεια, οὔτε διάθεσις οὐδὲ μὴν μέρος τι ἡμέτερον ἡδονή· ἀλλ’ ὑπουργίας ἕνεκα παρῆλθεν εἰς τὸν βίον, ὥσπερ τοὺς ἅλας φασὶ τῆς παραπέψεως τῆς τροφῆς χάριν. Ἡ δὲ ἀφηνιάσασα καὶ τοῦ οἴκου κατακρατήσασα, πρώτην ἐπιθυμίαν γεννᾷ, ἔφεσιν καὶ ὄρεξιν οὖσαν ἄλογον τοῦ κεχαρισμένου αὐτῇ. (Deinde impugnatur Epicurus, laudantur Diogenis ex quadam tragoedia, Antisthenis, Cratetis in voluptatem invectivae, Philemonis porro comici de Zenone Citiensi testimonium).
[406] [529] ἡ ἡδονὴ ἔπαρσις ἄλογος ψυχῆς· αὕτη κατάρατος ἐξ ἑαυτῆς, μόνῳ γέ τοι τῷ φαύλῳ προσγίνεται, σπουδαίῳ δ’ οὐδενί.
[407] [530] ὁ δὲ φόβος ἐστὶ προσδοκία κακοῦ· εἰς δὲ τὸν φόβον ἀνάγεται καὶ ταῦτα· δεῖμα, ὄκνος, αἰσχύνη, ἔκπληξις, θόρυβος, ἀγωνία. δεῖμα μὲν οὖν ἐστι φόβος δέος ἐμποιῶν, αἰσχύνη δὲ φόβος ἀδοξίας, ὄκνος δὲ φόβος μελλούσης ἐνεργείας, ἔκπληξις δὲ φόβος ἐκ φαντασίας ἀσυνήθους πράγματος, θόρυβος δὲ φόβος μετὰ κατεπείξεως φωνῆς, ἀγωνία δὲ φόβος ἀδήλου πράγματος.
[408] [531] Ὄκνος δὲ φόβος μελλούσης ἐνεργείας· ἀγωνία δὲ φόβος διαπτώσεως καὶ ἑτέρως φόβος ἥττης· ἔκπληξις δὲ φόβος ἐξ ἀσυνήθους φαντασίας· αἰσχύνη δὲ φόβος ἀδοξίας· θόρυβος δὲ φόβος μετὰ φωνῆς κατεπείγων· δεισιδαιμονία δὲ φόβος θεῶν ἢ δαιμόνων· δέος δὲ φόβος δεινοῦ· δεῖμα δὲ φόβος ἐκ λόγου.
[409] [532]
Φόβου εἴδη ιγ’.
Ὄκνος μὲν οὖν ἐστι φόβος μελλούσης ἐνεργείας.
Αἰσχύνη δὲ φόβος ἀδοξίας.
Δεῖμα δὲ φόβος ὑφορωμένου.
Δέος δὲ φόβος συνδέων.
Ἔκπληξις δὲ φόβος ἕνεκα ἀσυνήθους φαντασίας δεινοῦ.
Κατάπληξις δὲ φόβος ἐκ μείζονος φαντασίας.
[Δειλία δὲ ἀποχώρησις ἀπὸ φαινομένου καθήκοντος διὰ φαντασίαν δεινοῦ.]
Ψοφοδέεια δὲ φόβος κενός.
Ἀγωνία δὲ φόβος διαπτώσεως· ἢ φόβος ἥττης· ἢ φόβος ἐμποιητικὸς τῶν ἐναντίων ἐλπίδων, περὶ ὧν ὄρεξιν σφοδρὰν ἔχομεν.
Μέλλησις δὲ ὄκνος διεγνωκότος ποιεῖν.
Ὀῤῥωδία δὲ φόβος ἐννοηθέντος.
Θόρυβος δὲ φόβος μετὰ φωνῆς κατεπείγων.
Δεισιδαι μονία δὲ φόβος τοῦ δαιμονίου. [ἢ ὑπερέκπτωσις τῆς πρὸς θεοὺς τιμῆς.]
[410] [533] Quae autem subiecta sunt sub metum, ea sic definiunt: pigritiam metum consequentis laboris..... terrorem metum concutientem, ex quo fit, ut pudorem rubor, terrorem pallor et tremor et dentium crepitus consequatur, timorem metum mali adpropinquantis, pavorem metum mentem loco moventem - - exanimationem metum subsequentem et quasi comitem pavoris, conturbationem metum excutientem cogitata, formidinem metum permanentem.
[411] [534] ναί, φασίν, ἄλογος ἔκκλισις ὁ φόβος ἐστὶ καὶ πάθος. - - ἀλλ’ εἰ σοφίζονται τὰ ὀνόματα εὐλάβειαν καλούντων οἱ φιλόσοφοι τὸν τοῦ νόμου φόβον, εὔλογον οὖσαν ἔκκλισιν. ὀνοματομάχους τούτους οὐκ ἀπὸ τρόπου ὁ Φασηλίτης ἐκάλει Κριτόλαος.
[535] ἔστι μὲν οὖν ἡ μὲν ἔκπληξις φόβος ἐκ φαντασίας ἀσυνήθους ἢ ἐπ’ ἀπροσδοκήτῳ φαντασίᾳ ἅτε καὶ ἀγγελίας· φόβος δὲ ὡς γεγονότι ἢ ὄντι ἢ θαυμασιότης ὑπερβάλλουσα.
[536] ἡ γοῦν δεισιδαιμονία πάθος, φόβος δαιμόνων οὖσα.
[412] [537] ἐκ δὲ τῶν ψευδῶν ἐπιγίγνεσθαι τὴν διαστροφὴν ἐπὶ τὴν διάνοιαν, ἀφ’ ἧς πολλὰ πάθη βλαστάνειν καὶ ἀκαταστασίας αἴτια. ἔστι δὲ αὐτὸ τὸ πάθος κατὰ Ζήνωνα ἡ ἄλογος καὶ παρὰ φύσιν ψυχῆς κίνησις ἢ ὁρμὴ πλεονάζουσα. τῶν δὲ παθῶν τὰ ἀνωτάτω, καθά φησιν Ἑκάτων - καὶ Ζήνων ἐν τῷ περὶ παθῶν, εἶναι γένη τέτταρα, λύπην, φόβον, ἐπιθυμίαν, ἡδονήν. - - -
[538] καὶ τὴν μὲν λύπην εἶναι συστολὴν ἄλογον, εἴδη δὲ αὐτῆς ἔλεον, φθόνον, ζῆλον, ζηλοτυπίαν, ἄχθος, ἐνόχλησιν, ἀνίαν, ὀδύνην, σύγχυσιν. ἔλεον μὲν οὖν εἶναι λύπην ὡς ἐπὶ ἀναξίως κακοπαθοῦντι, φθόνον δὲ λύπην ἐπ’ ἀλλοτρίοις ἀγαθοῖς, ζῆλον δὲ λύπην ἐπὶ τῷ ἄλλῳ παρεῖναι, ὧν αὐτὸς ἐπιθυμεῖ, ζηλοτυπίαν δὲ λύπην ἐπὶ τῷ καὶ ἄλλῳ παρεῖναι, ἃ καὶ αὐτὸς ἔχει, ἄχθος δὲ λύπην βαρύνουσαν, ἐνόχλησιν λύπην στενοχωροῦσαν καὶ δυσχωρίαν παρασκευάζουσαν, ἀνίαν λύπην ἐκ διαλογισμῶν μένουσαν ἢ ἐπιτεινομένην, ὀδύνην λύπην ἐπίπονον, σύγχυσιν λύπην ἄλογον, ἀποκναίουσαν καὶ κωλύουσαν τὰ παρόντα συνορᾶν.
[413] [539] Φθόνος δὲ λύπη ἐπ’ ἀλλοτρίοις ἀγαθοῖς· ζῆλος δὲ λύπη ἐπὶ τῷ ἕτερον ἐπιτυγχάνειν ὧν αὐτὸς ἐπιθυμεῖ, αὐτὸν δὲ μή· λέγεσθαι δὲ καὶ ἑτέρως ζῆλον, μακαρισμὸν ἐνδεοῦς καὶ ἔτι ἄλλως μίμησιν ὡς ἂν κρείττονος· ζηλοτυπίαν δὲ λύπην ἐπὶ τῷ ⟨καὶ⟩ ἕτερον ἐπιτυγχάνειν ὧν αὐτὸς ἐπεθύμει· ἔλεον δὲ λύπην ἐπὶ τῷ δοκοῦντι ἀναξίως κακοπαθεῖν· πένθος δὲ λύπην ἐπὶ θανάτῳ ἀώρῳ· ἄχθος δὲ λύπην βαρύνουσαν· ἄχος δὲ λύπην ἀφωνίαν ἐμποιοῦσαν· ἀνίαν δὲ λύπην κατὰ διαλογισμόν· ὀδύνην δὲ λύπην εἰσδύνουσαν καὶ καθικνουμένην· ἄσην δὲ λύπην μετὰ ῥιπτασμοῦ.
[414] [540]
Εἴδη λύπης κεʹ.
- -
Ἔλεος μὲν οὖν ἐστι λύπη ἐπ’ ἀλλοτρίοις κακοῖς, ἀναξίως πάσχοντος ἐκείνου.
Φθόνος δὲ λύπη ἐπ’ ἀλλοτρίοις ἀγαθοῖς· [ἢ λύπη ἐπὶ τῇ τῶν ἐπιεικῶν εὐπραγίᾳ.]
Ζῆλος δὲ λύπη ἐπὶ τῷ ἕτερον τυγχάνειν, ὧν αὐτὸς ἐπιθυμεῖ· ἢ λύπη ἐπὶ τῷ ἄλλοις ὑπάρχειν, ἡμῖν δὲ μή· [ἢ ζῆλος μακαρισμὸς ἀστειότητος.] - -
Ζηλοτυπία δὲ λύπη ἐπὶ τῷ ἄλλοις ὑπάρχειν, ἃ καὶ ἡμῖν ὑπάρχει.
Δυσθυμία δὲ λύπη ἐπ’ ἀλύτῳ ἢ δυσκινήτῳ.
Συμφορὰ δὲ λύπη ἐπὶ συμπεφραγμένοις κακοῖς.
Ἄχθος δὲ λύπη βαρύνουσα.
Ἄχος δὲ λύπη ἀφωνίαν ἐμποιοῦσα.
Σφακελισμὸς δὲ λύπη σφοδρά.
Πένθος δὲ λύπη ἐπὶ ἀώρῳ τελευτῇ.
Δυσχέρανσις δὲ λύπη ἐξ ἐναντίων λογισμῶν.
Ὄχλησις δὲ λύπη στενοχωροῦσα ἢ ἀναστροφὴν οὐ διδοῦσα.
Ὀδύνη δὲ λύπη εἰσδύνουσα καὶ ὀξεῖα.
Ἀνία δὲ λύπη ἐξ ἀναλογισμῶν.
Μεταμέλεια δὲ λύπη ἐπὶ ἁμαρτήμασι πεπραγμένοις ὡς δι’ αὑτοῦ γεγονόσιν.
Σύγχυσις δὲ λύπη κωλύουσα διορᾶν τὸ μέλλον.
Ἀθυμία δὲ λύπη ἀπελπίζοντος ὧν ἐπιθυμεῖ τυχεῖν.
Ἄση δὲ λύπη μετὰ ῥιπτασμοῦ.
Νέμεσις δὲ λύπη ἐπὶ ἐπαιρομένοις παρὰ τὸ προσῆκον.
Δυσφορία δὲ λύπη μετ’ ἀπορίας τοῦ πῶς χρήσεται τοῖς παροῦσιν.
Γόος δὲ θρῆνος ἀγομένου κατὰ λύπην.
Βαρυθυμία δὲ λύπη βαρύνουσα καὶ ἀνάνευσιν οὐ διδοῦσα.
Κλαῦσις δὲ δάκρυσις λυπουμένου νεύοντος ἐπὶ τὸ χεῖρον.
Φροντὶς δὲ λογισμὸς λυπουμένου.
Οἶκτος δὲ λύπη ἐπ’ ἀλλοτρίοις κακοῖς.
[415] [541] Invidentiam esse dicunt aegritudinem susceptam propter alterius res secundas, quae nihil noceant invidenti. Nam si qui doleat eius rebus secundis, a quo ipse laedatur, non recte dicatur invidere - - Aemulatio autem dupliciter illa quidem dicitur, ut et in laude et in vitio nomen hoc sit; nam et imitatio virtutis aemulatio dicitur; (sed ea nihil hoc loco utimur; est enim laudis) et est aemulatio aegritudo, si eo, quod concupierit, alius potiatur, ipse careat. [542] Obtrectatio autem est ea quam intellegi ζηλοτυπίαν volo, aegritudo ex eo, quod alter quoque potiatur eo, quod ipse concupiverit. Misericordia est aegritudo ex miseria alterius iniuria laborantis; nemo enim parricidae aut proditoris supplicio misericordia commovetur; angor aegritudo premens, luctus aegritudo ex eius, qui carus fuerit, interitu acerbo, maeror aegritudo flebilis, aerumna aegritudo laboriosa, dolor aegritudo crucians, lamentatio aegritudo cum eiulatu, sollicitudo aegritudo cum cogitatione, molestia aegritudo permanens, adflictatio aegritudo cum vexatione corporis, desperatio aegritudo sine ulla rerum exspectatione meliorum.
[416] [543] Τῆς δὲ λύπης εἴδη τέσσαρα· ἄχος, ἄχθος, φθόνος, ἔλεος. ἔστι δὲ ἄχος λύπη ἀφωνίαν ἐμποιοῦσα· ἄχθος δὲ λύπη βαρύνουσα· φθόνος δὲ λύπη ἐπ’ ἀλλοτρίοις ἀγαθοῖς· ἔλεος δὲ λύπη ἐπ’ ἀλλοτρίοις κακοῖς· πᾶσα δὲ λύπη κακὸν τῇ ἑαυτῆς φύσει· εἰ γὰρ καὶ ὁ σπουδαῖος λυπηθήσεται ποτὲ χρηστῶν ἀνδρῶν διαφθειρομένων ἢ τέκνων ἢ πόλεως πορθουμένης, ἀλλ’ οὐ προηγουμένως· οὐδὲ κατὰ πρόθεσιν, ἀλλὰ κατὰ περίστασιν. καὶ ἐν τούτοις δὲ ὁ μὲν θεωρητικὸς ἀπαθὴς ἔσται παντάπασιν ἀλλοτριώσας ἑαυτὸν τῶν τῇδε καὶ συνάψας θεῷ· ὁ δὲ σπουδαῖος μετριοπαθὴς ἐν αὐταῖς καὶ οὐχ ὑπερβάλλων οὐδὲ αἰχμαλωτιζόμενος ὑπ’ αὐτῶν ἀλλὰ μᾶλλον κρατῶν αὐτῶν etc.
[544] Διαιρεῖται δὲ καὶ φόβος εἰς ἕξ, εἰς ὄκνον, εἰς αἰδώ, εἰς αἰσχύνην, εἰς κατάπληξιν, εἰς ἀγωνίαν, εἰς ἔκπληξιν· ἔστι δὲ ὄκνος μὲν φόβος μελλούσης ἐνεργείας· κατάπληξις δὲ φόβος ἐκ μεγάλης φαντασίας· ἔκπληξις δὲ φόβος ἐξ ἀσυνήθους φαντασίας· ἀγωνία δὲ φόβος διαπτώσεως, τουτέστιν ἀποτυχίας· φοβούμενοι γὰρ ἀποτυχεῖν τῆς πράξεως ἀγωνιῶμεν· αἰδὼς δέ φόβος ἐπὶ προσδοκίᾳ ψόγου· κάλλιστον δὲ τοῦτο τὸ πάθος· αἰσχύνη δὲ φόβος ἐπ’ αἰσχρῷ πεπραγμένῳ· οὐδὲ τοῦτο δὲ ἀνέλπιστον εἰς σωτηρίαν· ταύτῃ δὲ διαφέρει αἰδὼς αἰσχύνης, ὅτι ὁ μὲν αἰσχυνόμενος ἐφ’ οἷς ἔπραξε καταδύεται· ὁ δὲ αἰδούμενος φοβεῖται περιπεσεῖν ἀδοξίᾳ τινί· κακαλοῦσι δὲ οἱ παλαιοὶ πολλάκις καὶ τὴν αἰδὼ αἰσχύνην, καταχρώμενοι τοῖς ὀνόμασι· γίνεται δὲ ὁ φόβος κατὰ περίψυξιν τοῦ θερμοῦ παντὸς συντρέχοντος εἰς τὴν καρδίαν ἐπὶ τὸ ἀρχικόν, καθάπερ καὶ ὁ δῆμος ὅταν φοβῆται καταφεύγει πρὸς τοὺς ἄρχοντας· τῆς δὲ λύπης ὄργανον τὸ στόμα τῆς κοιλίας· τοῦτο γάρ ἐστι τὸ τῆς δήξεως αἰσθανόμενον ἐν ταῖς λύπαις. ὡς ὁ Γαληνὸς ἐν τῷ τρίτῳ τῆς ἀποδεικτικῆς etc.
[545] Θυμὸς δέ ἐστι ζέσις τοῦ περὶ καρδίαν αἵματος ἐξ ἀναθυμιάσεως τῆς χολῆς ἢ ἀναθολώσεως γινομένη· διὸ καὶ χολὴ λέγεται καὶ χόλος. ἔστι δ’ ὅτε καὶ ὁ θυμός ἐστιν ὄρεξις ἀντιτιμωρήσεως· ἀδικούμενοι γὰρ ἢ νομίζοντες ἀδικεῖσθαι θυμούμεθα· καὶ γίνεται τότε μικτὸν τὸ πάθος ἐξ ἐπιθυμίας καὶ θυμοῦ. εἴδη δὲ τοῦ θυμοῦ τρία· ὀργή, ἣ καὶ χολὴ καὶ χόλος καλεῖται· μῆνις καὶ κότος. Θυμὸς μὲν γὰρ ἀρχὴν καὶ κίνησιν ἔχων ὀργὴ καὶ χολὴ καὶ χόλος λέγεται. μῆνις δὲ χολὴ εἰς παλαίωσιν ἀγομένη· εἴρηται γὰρ παρὰ τὸ μένειν καὶ τῇ μνήμῃ παραδεδόσθαι. κότος δὲ ὀργὴ παρατηροῦσα καιρὸν εἰς τιμωρίαν· εἴρηται δὲ καὶ οὗτος παρὰ τὸ κεῖσθαι. ἔστι δὲ ὁ θυμὸς τὸ δορυφορικὸν τοῦ λογισμοῦ. ὅταν γὰρ οὗτος ἄξιον κρίνῃ τὸ γινόμενον ἀγανακτήσεως, τότε ὁ θυμὸς ὑπεξέρχεται, ἐὰν κατὰ φύσιν τὴν οἰκείαν τάξιν φυλάττωσιν.
[417] [546] Cyrenaicorum restat sententia; qui tum aegritudinem censent existere, si necopinato quid evenerit. Est id quidem magnum, ut supra dixi; etiam Chrysippo ita videri scio, quod provisum ante non sit, id ferire vehementius.
[418] [547] Ἐν δὲ τῷ δευτέρῳ περὶ Ἀγαθοῦ τὸν φθόνον ἐξηγησάμενος, ὅτι “λύπη ἐστὶν ἐπ’ ἀλλοτρίοις ἀγαθοῖς, ὡς δήποτε βουλομένων ταπεινοῦν τοὺς πλησίον, ὅπως ὑπερέχωσιν αὐτοί,” συνάπτει τὰ τῆς ἐπιχαιρεκακίας· “Ταύτῃ δὲ συνεχὴς ἡ ἐπιχαιρεκακία γίνεται, ταπεινοὺς βουλομένων εἶναι τοὺς πλησίον διὰ τὰς ὁμοίας αἰτίας· καθ’ ἑτέρας δὲ φυσικὰς φορὰς ἐκτρεπομένων ὁ ἔλεος γίνεται.”
[419] [548] Sed ratio una omnium est aegritudinum, plura nomina. Nam et invidere aegritudinis est et aemulari et obtrectare et misereri et angi, lugere, maerere, aerumna adfici, lamentari, sollicitari, dolere, in molestia esse, adflictari, desperare. 84. Haec omnia definiunt Stoici, eaque verba, quae dixi, singularum rerum sunt, non ut videntur easdem res significant, sed aliquid differunt.
[420] [549] εἰσὶ δὲ καὶ θυμὸς καὶ δυσθυμία τῆς ψυχῆς πάθη· διαφέρει δὲ ὁ θυμὸς καὶ ⟨ἡ⟩ ὁργὴ τῆς δυσθυμίας καὶ λύπης κατὰ τὰς ἐνεργείας· ἐν γὰρ τῇ ὀργῇ καὶ τῷ θυμῷ ἡ ἔμφυτος αὐτῇ θερμασία ἐκτείνεται. καὶ χολὴ τότε γίνεταί τε καὶ αὐξάνεται. ἐν δὲ τῇ λύπῃ καὶ δυσθυμίᾳ συναιρεῖται καὶ ὁ ψυχρός τε καὶ φλεγματικὸς χυμὸς ἔνθεν τὴν γένεσιν ἔχει.