§ 3. Bonorum genera
[95] [122] Τῶν δὲ ἀγαθῶν τὰ μὲν εἶναι ἀρετάς, τὰ δ’ οὔ. Φρόνησιν μὲν οὖν καὶ σωφροσύνην ⟨καὶ δικαιοσύνην⟩ καὶ ἀνδρείαν ⟨καὶ μεγαλοψυχίαν καὶ ῥώμην καὶ ἰσχὺν ψυχῆς⟩ ἀρετάς· χαρὰν δὲ καὶ εὐφροσύνην καὶ θάρρος καὶ βούλησιν καὶ τὰ παραπλήσια οὐκ εἶναι ἀρετάς. Τῶν δὲ ἀρετῶν τὰς μὲν ἐπιστήμας τινῶν καὶ τέχνας, τὰς δ’ οὔ. Φρόνησιν μὲν οὖν καὶ σωφροσύνην καὶ δικαιοσύνην καὶ ἀνδρείαν ἐπιστήμας εἶναι τινῶν καὶ τέχνας· μεγαλοψυχίαν δὲ καὶ ῥώμην καὶ ἰσχὺν ψυχῆς οὔτ’ ἐπιστήμας τινῶν εἶναι οὔτε τέχνας. Ἀνάλογον δὲ καὶ τῶν κακῶν τὰ μὲν εἶναι κακίας, τὰ δ’ οὔ. Ἀφροσύνην μὲν οὖν καὶ ἀδικίαν καὶ δειλίαν καὶ μικροψυχίαν καὶ ἀδυναμίαν κακίας εἶναι· λύπην δὲ καὶ φόβον καὶ τὰ παραπλήσια οὐκ εἶναι κακίας. Τῶν δὲ κακιῶν τὰς μὲν εἶναι ἀγνοίας τινῶν καὶ ἀτεχνίας, τὰς δ’ οὔ. Ἀφροσύνην μὲν οὖν καὶ ἀκολασίαν καὶ ἀδικίαν καὶ δειλίαν ἀγνοίας εἶναι τινῶν καὶ ἀτεχνίας· μικροψυχίαν δὲ καὶ ἀδυναμίαν ⟨καὶ ἀσθένειαν⟩ οὔτε ἀγνοίας τινῶν οὔτε ἀτεχνίας. [123]
[96] [124] οἱ δὲ ἀπὸ τῆς Στοᾶς τρία μὲν γένη τῶν ἀγαθῶν καὶ αὐτοὶ τυγχάνειν ἔλεξαν, οὐχ ὡσαύτως δέ· τούτων γὰρ τὰ μὲν περὶ ψυχὴν τὰ δ’ ἐκτὸς τὰ δὲ οὔτε περὶ ψυχὴν οὔτε ἐκτός, ἐξαιροῦντες τὸ γένος τῶν περὶ τὸ σῶμα ἀγαθῶν ὡς μὴ ἀγαθῶν. Καὶ δὴ περὶ μὲν ψυχὴν εἶναί φασι τὰς ἀρετὰς καὶ ⟨τὰς⟩ σπουδαίας πράξεις, ἐκτὸς δὲ εἶναι τόν τε φίλον καὶ τὸν σπουδαῖον ἄνθρωπον καὶ τὰ σπουδαῖα τέκνα καὶ γονεῖς καὶ τὰ ὅμοια, οὔτε δὲ περὶ ψυχὴν οὔτε ἐκτὸς αὐτὸν τὸν σπουδαῖον ἄνθρωπον ὡς πρὸς ἑαυτόν. οὔτε γὰρ ἐκτὸς ἑαυτοῦ δυνατὸν εἶναι αὐτὸν οὔτε περὶ ψυχήν· ἐκ γὰρ ψυχῆς καὶ σώματος συνέστηκεν.
[97] [125] Τῶν δ’ ἀγαθῶν τὰ μὲν εἶναι περὶ ψυχήν, τὰ δ’ ἐκτός, τὰ δ’ οὔτε περὶ ψυχὴν οὔτ’ ἐκτός. Περὶ ψυχὴν μὲν τὰς ἀρετὰς καὶ ⟨τὰς⟩ σπουδαίας ἕξεις καὶ καθόλου τὰς ἐπαινετὰς ἐνεργείας· ἐκτὸς δὲ τούς τε φίλους καὶ τοὺς γνωρίμους καὶ τὰ παραπλήσια· οὔτε δὲ περὶ ψυχὴν οὔτ’ ἐκτός, τοὺς σπουδαίους καὶ καθόλου ⟨τοὺς⟩ τὰς ἀρετὰς ἔχοντας. Ὁμοίως δὲ καὶ τῶν κακῶν τὰ μὲν περὶ ψυχήν, τὰ δ’ ἐκτός, τὰ δ’ οὔτε περὶ ψυχὴν οὔτ’ ἐκτός· περὶ ψυχὴν μὲν τάς τε κακίας σὺν ταῖς μοχθηραῖς ἕξεσι καὶ καθόλου τὰς ψεκτὰς ἐνεργείας· ἐκτὸς δὲ τοὺς ἐχθροὺς σὺν τοῖς εἴδεσιν· οὔτε ⟨δὲ⟩ περὶ ψυχὴν οὔτ’ ἐκτὸς τοὺς φαύλους καὶ πάντας τοὺς τὰς κακίας ἔχοντας.
[97a] [126] ἔτι τῶν ἀγαθῶν τὰ μὲν εἶναι περὶ ψυχήν, τὰ δὲ ἐκτός, τὰ δ’ οὔτε περὶ ψυχὴν οὔτε ἐκτός. τὰ μὲν περὶ ψυχὴν ἀρετὰς καὶ τὰς κατὰ ταύτας πράξεις, τὰ δ’ ἐκτὸς τό τε σπουδαίαν ἔχειν πατρίδα καὶ σπουδαῖον φίλον καὶ τὴν τούτων εὐδαιμονίαν, τὰ δ’ οὔτε ἐκτὸς οὔτε περὶ ψυχὴν τὸ αὐτὸν ἑαυτῷ εἶναι σπουδαῖον καὶ εὐδαίμονα. Ἀνάπαλιν δὲ καὶ τῶν κακῶν τὰ μὲν περὶ ψυχὴν εἶναι, τὰς κακίας καὶ τὰς κατ’ αὐτὰς πράξεις, τὰ δὲ ἐκτός, τὸ ἄφρονα πατρίδα ἔχειν καὶ ἄφρονα φίλον καὶ τὴν τούτων κακοδαιμονίαν, τὰ δὲ οὔτε ἐκτὸς οὔτε περὶ ψυχήν, τὸ αὐτὸν ἑαυτῷ εἶναι φαῦλον καὶ κακοδαίμονα.
[98] [127] Τριχῶς δὲ λεγομένης τῆς φιλίας, καθ’ ἕνα μὲν τρόπον τῆς κοινῆς ἕνεκ’ ὠφελείας, καθ’ ἣν φίλοι εἶναι λέγονται, ταύτην μὲν οὔ φασι τῶν ἀγαθῶν εἶναι, διὰ τὸ μηδὲν ἐκ διεστηκότων ἀγαθὸν εἶναι κατ’ αὐτούς· τὴν δὲ κατὰ τὸ δεύτερον σημαινόμενον λεγομένην φιλίαν, κατάσχεσιν οὖσαν φιλικὴν πρὸς τῶν πέλας, τῶν ἐκτὸς λέγουσιν ἀγαθῶν· τὴν δὲ περὶ αὐτὸν φιλίαν, καθ’ ἣν φίλος ἐστὶ τῶν πέλας, τῶν περὶ ψυχὴν ἀποφαίνουσιν ἀγαθῶν.
[99] [128] dicitis enim inter bona esse liberos pios et bene moratam patriam et parentes bonos.
[100] [129] probare conabar, id quod nostris placet, claritatem quae post mortem contingit bonum esse.
[130] claritas - - bonorum virorum secunda opinio est.
[131] claritas - laus est a bonis bono reddita.
[101] [132] ἔτι δὲ τῶν ἀγαθῶν τὰ μὲν εἶναι ἄμικτα οἷον ἐπιστήμην, τὰ δὲ μεμιγμένα, οἷον εὐτεκνίαν, εὐγηρίαν, εὐζωΐαν. ἔστι δ’ ἡ μὲν εὐτεκνία χρῆσις τέκνοις κατὰ φύσιν ἔχουσι σπουδαία, ἡ δὲ εὐγηρία χρῆσις σπουδαία γήρᾳ κατὰ φύσιν ἔχοντι, καὶ ὁμοίως ἡ εὐζωΐα.
[102] [133] κοινῶς δὲ τῶν ἀγαθῶν μικτὰ μέν ἐστιν εὐτεκνία καὶ εὐγηρία, ἁπλοῦν δ’ ἐστὶν ἀγαθὸν ἐπιστήμη. καὶ ἀεὶ μὲν παρόντα αἱ ἀρεταί, οὐκ ἀεὶ δέ, οἷον χαρά, περιπάτησις.
[103] [134] ἔτι δὲ τῶν ἀγαθῶν τὰ μὲν πᾶσι τοῖς φρονίμοις ὑπάρχειν καὶ ἀεί, τὰ δὲ οὔ, ἀρετὴν μὲν καὶ φρονίμην αἴσθησιν καὶ φρονίμην ὁρμὴν καὶ τὰ ὅμοια πᾶσι τοῖς φρονίμοις ὑπάρχειν καὶ ἐν παντὶ καιρῷ· χαρὰν δὲ καὶ εὐφροσύνην καὶ φρονίμην περιπάτησιν οὔτε πᾶσι τοῖς φρονίμοις ὑπάρχειν οὔτε αἰεί. ἀνάλογον δὲ καὶ τῶν κακῶν τὰ μὲν πᾶσι τοῖς ἄφροσιν ὑπάρχειν καὶ αἰεί, τὰ δ’ οὔ. κακίαν μὲν οὖν πᾶσαν καὶ ἄφρονα αἴσθησιν καὶ ἄφρονα ὁρμὴν καὶ τὰ παραπλήσια πᾶσι τοῖς ἄφροσιν ὑπάρχειν ⟨καὶ⟩ αἰεί. λύπην δὲ καὶ φόβον καὶ ἄφρονα ἀπόκρισιν οὔτε πᾶσι τοῖς ἄφροσιν ὑπάρχειν οὔτ’ ἐν παντὶ καιρῷ.
[104] [135] τῶν δὲ περὶ ψυχὴν ἀγαθῶν τὰ μὲν εἶναι διαθέσεις, τὰ δὲ ἕξεις μέν, διαθέσεις δ’ οὔ, τὰ δ’ οὔτε ἕξεις οὔτε διαθέσεις. διαθέσεις μὲν τὰς ἀρετὰς πάσας, ἕξεις δὲ μόνον καὶ οὐ διαθέσεις τὰ ἐπιτηδεύματα ὡς τὴν μαντικὴν καὶ τὰ παραπλήσια· οὔτε δὲ ἕξεις οὔτε διαθέσεις τὰς κατ’ ἀρετὰς ἐνεργείας, οἷον φρονίμευσιν καὶ τὴν τῆς σωφροσύνης κτῆσιν καὶ τὰ παραπλήσια. ὁμοίως δὲ καὶ τῶν περὶ ψυχὴν κακῶν τὰ μὲν εἶναι διαθέσεις, τὰ δ’ ἕξεις μέν, διαθέσεις δ’ οὔ, τὰ δὲ οὔτε ἕξεις οὔτε διαθέσεις. διαθέσεις μὲν τὰς κακίας πάσας, ἕξεις δὲ μόνον τὰς εὐκαταφορίας, οἷον τὴν φθονερίαν, τὴν ἐπιλυπίαν καὶ τὰ ὅμοια καὶ ἔτι τὰ νοσήματα καὶ ἀῤῥωστήματα, οἷον φιλαργυρίαν, οἰνοφλυγίαν καὶ τὰ παραπλήσια. οὔτε ⟨δ’⟩ ἕξεις οὔτε διαθέσεις τὰς κατὰ κακίας ἐνεργείας, οἷον ἀφρόνευσιν, ἀδίκευσιν καὶ τὰ ταύταις παραπλήσια.
[105] [136] ἔτι τῶν περὶ ψυχὴν ἀγαθῶν τὰ μέν εἰσιν ἕξεις, τὰ δὲ διαθέσεις, τὰ δ’ οὔτε ἕξεις οὔτε διαθέσεις· διαθέσεις μὲν αἱ ἀρεταί, ἕξεις δὲ τὰ ἐπιτηδεύματα, οὔτε δὲ ἕξεις οὔτε διαθέσεις αἱ ἐνέργειαι.
[106] [137] τῶν τε ἀγαθῶν τὰ μὲν εἶναι τελικά, τὰ δὲ ποιητικά, τὰ δὲ ἀμφοτέρως ἔχοντα· ὁ μὲν οὖν φρόνιμος ἄνθρωπος καὶ ὁ φίλος ποιητικὰ μόνον ἐστὶν ἀγαθά· χαρὰ δὲ καὶ εὐφροσύνη καὶ θάρρος καὶ φρονίμη περιπάτησις τελικὰ μόνον ἐστὶν ἀγαθά· αἱ δ’ ἀρεταὶ πᾶσαι καὶ ποιητικά ἐστιν ἀγαθὰ καὶ τελικά, καὶ γὰρ ἀπογεννῶσι τὴν εὐδαιμμονίαν καὶ συμπληροῦσι, μέρη αὐτῆς γινόμεναι. Ἀνάλογον δὲ καὶ τῶν κακῶν τὰ μέν ἐστι ποιητικὰ τῆς κακοδαιμονίας, τὰ δὲ τελικά, τὰ δὲ ἀμφοτέρως ἔχοντα. Ὁ μὲν οὖν ἄφρων ἄνθρωπος καὶ ὁ ἐχθρὸς ποιητικὰ μόνον ἐστὶ κακά· λύπη δὲ καὶ φόβος καὶ κλοπὴ καὶ ἄφρων ἐρώτησις καὶ τὰ ὅμοια τελικά ⟨μόνον ἐστὶ κακά⟩· αἱ δὲ κακίαι καὶ ποιητικὰ καὶ τελικά ἐστι κακά· ἀπογεννῶσι γὰρ τὴν κακοδαιμονίαν καὶ συμπληροῦσι, μέρη αὐτῆς γινόμεναι.
[107] [138] ἔτι τῶν ἀγαθῶν τὰ μὲν εἶναι τελικά, τὰ δὲ ποιητικά, τὰ δὲ τελικὰ καὶ ποιητικά. Τὸν μὲν οὖν φίλον καὶ τὰς ἀπ’ αὐτοῦ γινομένας ὠφελείας ποιητικὰ εἶναι ἀγαθά· θάρσος δὲ καὶ φρόνημα καὶ ἐλευθερίαν καὶ τέρψιν καὶ εὐφροσύνην καὶ ἀλυπίαν καὶ πᾶσαν τὴν κατ’ ἀρετὴν πρᾶξιν τελικά. ποιητικὰ δὲ καὶ τελικὰ ⟨τὰς ἀρετὰς⟩ εἶναι ἀγαθά· καθὸ μὲν γὰρ ἀποτελοῦσι τὴν εὐδαιμονίαν, ποιητικά ἐστιν ἀγαθά· καθὸ δὲ συμπληροῦσιν αὐτήν, ὥστε μέρη αὐτῆς γίνεσθαι, τελικά.
ὁμοίως δὲ καὶ τῶν κακῶν τὰ μὲν εἶναι τελικά, τὰ δὲ ποιητικά, τὰ δὲ ἀμφοτέρως ἔχοντα· τὸν μὲν ἐχθρὸν καὶ τὰς ἀπ’ αὐτοῦ γινομένας βλάβας ποιητικὰ εἶναι· κατάπληξιν δὲ καὶ ταπεινότητα καὶ δουλείαν καὶ ἀτερπίαν καὶ δυσθυμίαν καὶ περιλυπίαν καὶ πᾶσαν τὴν κατὰ κακίαν πρᾶξιν τελικά· ἀμφοτέρως δὲ ἔχοντα ⟨τὰς κακίας⟩· ἐπεὶ καθὸ μὲν ἀποτελοῦσι τὴν κακοδαιμονίαν, ποιητικά ἐστι· καθὸ δὲ συμπληροῦσιν αὐτήν, ὥστε μέρη αὐτῆς γίνεσθαι, τελικά.
[108] [139] Sequitur illa divisio, ut bonorum alia sint ad illud ultimum pertinentia (sic enim appello, quae τελικά dicuntur -), alia autem efficientia, quae Graeci ποιητικά, alia utrumque. De pertinentibus nihil est bonum praeter actiones honestas, de efficientibus nihil praeter amicum, sed et pertinentem et efficientem sapientiam volunt esse. Nam quia sapientia est conveniens actio, est ⟨ex⟩ illo pertinenti genere quod dixi; quod autem honestas actiones affert et efficit, efficiens dici potest.
[109] [140] Ἔτι δὲ τῶν ἀγαθῶν τὰ μὲν εἶναι δι’ αὑτὰ αἱρετά, τὰ δὲ ποιητικά. Ὁπόσα μὲν οὖν οὐδενὸς ἄλλου ἕνεκεν εἰς εὔλογον αἵρεσιν ἔρχεται, δι’ αὑτὰ αἱρετά· ὁπόσα δὲ τῷ ἑτέρων τινῶν παρασκευαστικὰ γίνεσθαι, κατὰ τὸ ποιητικὸν λέγεσθαι.
[110] [141] αὐτίκα ὁ μὲν κακὸς φύσει ἁμαρτητικὸς διὰ κακίαν γενόμενος φαῦλος καθέστηκεν, ἔχων ἣν ἑκὼν εἵλετο· ἁμαρτητικὸς δὲ ὢν καὶ κατὰ ⟨τὰς⟩ πράξεις διαμαρτάνει· ἔμπαλιν δὲ ὁ σπουδαῖος κατορθοῖ. Διὸ οὐ μόνον τὰς ἀρετὰς ἀλλὰ καὶ τὰς πράξεις τὰς καλὰς ἀγαθὰ καλοῦμεν· τῶν δὲ ἀγαθῶν ἴσμεν τὰ μὲν αὐτὰ δι’ αὑτὰ αἱρετά, ὡς τὴν γνῶσιν· οὐ γὰρ ἄλλο τι ἐξ αὐτῆς θηρῶμεν, ἐπειδὰν παρῇ ἢ μόνον τὸ παρεῖναι αὐτήν - - τὰ δὲ δι’ ἕτερα etc.
[111] [142] ἔτι δὲ τῶν ἀγαθῶν τὰ μὲν εἶναι ἐν κινήσει, τὰ δὲ ἐν σχέσει, ἐν κινήσει μὲν τὰ τοιαῦτα, χαράν, εὐφροσύνην, σώφρονα ὁμιλίαν· ἐν σχέσει δὲ τὰ τοιαῦτα, εὔτακτον ἡσυχίαν, μονὴν ἀτάραχον, προσοχὴν ἔπανδρον. τῶν δὲ ἐν σχέσει τὰς μὲν καὶ ἐν ἕξει εἶναι, οἷον τὰς ἀρετάς· τὰ δ’ ἐν σχέσει μόνον, ὡς τὰ ῥηθέντα. ἐν ἕξει δὲ οὐ μόνας εἶναι τὰς ἀρετάς, ἀλλὰ καὶ τὰς τέχνας τὰς ἐν τῷ σπουδαίῳ ἀνδρὶ ἀλλοιωθείσας ὑπὸ τῆς ἀρετῆς καὶ γενομένας ἀμεταπτώτους· οἱονεὶ γὰρ ἀρετὰς γίνεσθαι. φασὶ δὲ καὶ τῶν ἐν ἕξει ἀγαθῶν εἶναι καὶ τὰ ἐπιτηδεύματα καλούμενα, οἷον φιλομουσίαν, φιλογραμματίαν, φιλογεωμετρίαν καὶ τὰ παραπλήσια. εἶναι γὰρ ὁδόν τινα ἐκλεκτικὴν τῶν ἐν ταύταις ταῖς τέχναις οἰκείων πρὸς ἀρετήν, ἀναφέρουσαν αὐτὰ ἐπὶ τὸ τοῦ βίου τέλος.
[112] [143] Ἔτι δὲ τῶν ἀγαθῶν τὰ μὲν εἶναι καθ’ ἑαυτά, τὰ δὲ πρός τί πως ἔχειν. Καθ’ ἑαυτὰ μὲν ἐπιστήμην, δικαιοπραγίαν καὶ τὰ ὅμοια· πρός τι δὲ τιμήν, εὔνοιαν, φιλίαν, ⟨συμφωνίαν⟩. Εἶναι δὲ τὴν ἐπιστήμην κατάληψιν ἀσφαλῆ καὶ ἀμετάπτωτον ὑπὸ λόγου· ἑτέραν δὲ ἐπιστήμην σύστημα ἐξ ἐπιστημῶν τοιούτων, οἷον ἡ τῶν κατὰ μέρος λογικὴ ἐν τῷ σπουδαίῳ ὑπάρχουσα· ἄλλην δὲ σύστημα ἐξ ἐπιστημῶν τεχνικῶν ἐξ αὑτοῦ ἔχον τὸ βέβαιον, ὡς ἔχουσιν αἱ ἀρεταί· ἄλλην δὲ ἕξιν φαντασιῶν δεκτικὴν ἀμετάπτωτον ὑπὸ λόγου, ἥν τινά φασιν ἐν τόνῳ καὶ δυνάμει κεῖσθαι. Φιλίαν δ’ εἶναι κοινωνίαν βίου· συμφωνίαν δὲ ὁμοδογματίαν περὶ τῶν κατὰ τὸν βίον. Τῆς δὲ φιλίας εἶναι γνωριμότητα μὲν φιλίαν ἐγνωσμένων· συνήθειαν δὲ φιλίαν συνειθισμένων· ἑταιρίαν δὲ φιλίαν καθ’ αἵρεσιν, ὡς ἂν ὁμηλίκων· ξενίαν δὲ φιλίαν ἀλλοδαπῶν. Εἶναι δὲ καὶ συγγενικήν τινα φιλίαν ἐκ συγγενῶν· καὶ ἐρωτικὴν ἐξ ἔρωτος. Ἀλυπίαν δὲ καὶ εὐταξίαν τὰς αὐτὰς εἶναι τῇ σωφροσύνῃ, νοῦν δὲ καὶ φρένας φρονήσει, μεταδοτικὴν δὲ καὶ ἐπιδοτικὴν χρηστότητι· τῷ μέντοι γε πρός τί πως ἔχειν ὠνομάσθησαν· ὅπερ καθήκει καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν παρατηρεῖν.
[113] [144] Καὶ τῶν ἀγαθῶν τὰ μὲν ἀναγκαῖα εἶναι πρὸς εὐδαιμονίαν, τὰ δὲ μή. Καὶ ἀναγκαῖα μὲν τάς τε ἀρετὰς πάσας καὶ τὰς ἐνεργείας τὰς χρηστικὰς αὐτῶν· οὐκ ἀναγκαῖα δὲ χαράν τε καὶ εὐφροσύνην καὶ τὰ ἐπιτηδεύματα. Παραπλησίως δὲ καὶ τῶν κακῶν τὰ μὲν ἀναγκαῖα ὡς ἂν κακὰ πρὸς κακοδαιμονίαν εἶναι, τὰ δ’ οὐκ ἀναγκαῖα· ἀναγκαῖα μὲν τάς τε κακίας πάσας καὶ τὰς ἐνεργείας τὰς ἀπ’ αὐτῶν· οὐκ ἀναγκαῖα δὲ τά τε πάθη πάντα καὶ τὰ ἀρρωστήματα καὶ τὰ τούτοις παραπλήσια.
[114] [145] ἀγαθὰ γοῦν τὰ μὲν αὐτὰ καθ’ ἑαυτά· τὰ δὲ μετέχοντα τῶν ἀγαθῶν, ὡς τὰς καλὰς πράξεις φαμέν· ἄνευ δὲ τῶν μεταξύ, ἃ δὴ ὕλης ἐπέχει τάξιν, οὔθ’ αἱ ἀγαθαὶ οὐθ’ αἱ κακαὶ συνίστανται πράξεις· οἷον ζωῆς λέγω καὶ ὑγιείας τῶν τε ἄλλων τῶν ἀναγκαίων ἢ περιστατικῶν.
[115] [146] Hoc primo die quaesitum est, quomodo possint paria bona esse, si triplex eorum condicio est: quaedam, ut nostris videtur, prima bona sunt, tamquam gaudium, pax, salus patriae, quaedam secunda, in materia infelici expressa, tamquam tormentorum patientia et in morbo gravi temperantia: illa bona directo optabimus nobis, haec si necesse erit. sunt adhuc tertia, tamquam modestus incessus et compositus ac probus voltus et conveniens prudenti viro gestus.
(Sequentibus Seneca placiti illius: “omnia bona qua bona paria esse” multa adfert argumenta, ex libro aliquo Stoici antiquioris fort. Hecatonis expressa.)
[116] [147] Ἀρέσκει γὰρ αὐτῷ (scil. Moysi) τὰ μὲν προηγούμενα ἀγαθὰ αὐτοπροσώπως αὐτὸν τὸν Ὄντα διδόναι, τὰ δεύτερα δὲ τοὺς ἀγγέλους καὶ λόγους αὐτοῦ· δεύτερα δ’ ἐστίν, ὅσα περιέχει κακῶν ἀπαλλαγήν.