Pular para o conteúdo

Fragmenta moralia

Crisipo · Ethica III. De indifferentibus. § 1. De notione indifferentis

Ethica III. De indifferentibus. § 1. De notione indifferentis

[117] [148] τῶν δὲ ὄντων φασὶ τὰ μὲν ἀγαθὰ εἶναι, τὰ δὲ κακά, τὰ δὲ οὐδέτερα - - - οὐδέτερα δὲ ὅσα μήτε ὠφελεῖ μήτε βλάπτει· οἷον ζωή, ὑγίεια, ἡδονή, κάλλος, ἰσχύς, πλοῦτος, εὐδοξία, εὐγένεια· καὶ τὰ τούτοις ἐναντία, θάνατος, νόσος, πόνος, αἶσχος, ἀσθένεια, πενία, ἀδοξία, δυσγένεια καὶ τὰ τούτοις παραπλήσια· καθά φησιν Ἑκάτων ἐν ἑβδόμῳ περὶ τέλους καὶ Ἀπολλόδωρος ἐν τῇ ἠθικῇ καὶ Χρύσιππος. μὴ γὰρ εἶναι ταῦτα ἀγαθά, ἀλλ’ ἀδιάφορα, κατ’ εἶδος προηγμένα· ὡς γὰρ ἴδιον θερμοῦ τὸ θερμαίνειν, οὐ τὸ ψύχειν, οὕτω καὶ ἀγαθοῦ τὸ ὠφελεῖν, οὐ τὸ βλάπτειν. οὐ μᾶλλον δὲ ὠφελεῖ ἢ βλάπτει ὁ πλοῦτος καὶ ἡ ὑγίεια· οὐκ ἄρα ἀγαθὸν οὔτε πλοῦτος οὔτε ὑγίεια· ἔτι τέ φασιν· ᾧ ἔστιν εὖ καὶ κακῶς χρῆσθαι, τοῦτο οὐκ ἔστιν ἀγαθόν· πλούτῳ δὲ καὶ ὑγιείᾳ ἔστιν εὖ καὶ κακῶς χρῆσθαι· οὐκ ἄρα ἀγαθὸν πλοῦτος καὶ ὑγίεια.

[149] ὠφελεῖν δέ ἐστι κινεῖν ἢ ἴσχειν κατ’ ἀρετήν· βλάπτειν δὲ κινεῖν ἢ ἴσχειν κατὰ κακίαν.

[118] [150] ἀδιάφορα δ’ εἶναι λέγουσι τὰ μεταξὺ τῶν ἀγαθῶν καὶ τῶν κακῶν, διχῶς τὸ ἀδιάφορον νοεῖσθαι φάμενοι· καθ’ ἕνα μὲν τρόπον τὸ μήτε ἀγαθὸν μήτε κακὸν καὶ τὸ μήτε αἱρετὸν μήτε φευκτόν· καθ’ ἕτερον δὲ τὸ μήτε ὁρμῆς μήτε ἀφορμῆς κινητικόν· καθ’ ὃ καὶ λέγεσθαί τινα καθάπαξ ἀδιάφορα εἶναι, οἷον τὸ ⟨ἀρτίας ἔχειν ἐπὶ τῆς κεφαλῆς τρίχας ἢ περιττάς, ἢ τὸ⟩ προτεῖναι τὸν δάκτυλον ὡδὶ ἢ ὡδί, ἢ τὸ ἀνελέσθαι τι τῶν ἐμποδών, κάρφος ἢ φύλλον. κατὰ τὸ πρότερον δὴ λεκτέον τὰ μεταξὺ ἀρετῆς καὶ κακίας ἀδιάφορα λέγεσθαι - -, οὐ μὴν πρὸς ἐκλογὴν καὶ ἀπεκλογήν· δι’ ὃ καὶ τὰ μὲν ἀξίαν ἐκλεκτικὴν ἔχειν, τὰ δ’ ἀπαξίαν ἀπεκλεκτικήν, συμβλητικὴν δ’ οὐδαμῶς πρὸς τὸν εὐδαίμονα βίον.

[119] [151] διχῶς δὲ λέγεσθαι ἀδιάφορα· ἅπαξ μὲν τὰ μήτε πρὸς εὐδαιμονίαν μήτε πρὸς κακοδαιμονίαν συνεργοῦντα, ὡς ἔχει πλοῦτος, δόξα, ὑγίεια, ἰσχύς καὶ τὰ ὅμοια· ἐνδέχεται γὰρ καὶ χωρὶς τούτων εὐδαιμονεῖν, τῆς ποιᾶς αὐτῶν χρήσεως εὐδαιμονικῆς οὔσης ἢ κακοδαιμονικῆς. ἄλλως δὲ λέγεται ἀδιάφορα τὰ μήτε ὁρμῆς μήτε ἀφορμῆς κινητικά, ὡς ἔχει τὸ ἀρτίας ἔχειν ἐπὶ τῆς κεφαλῆς τρίχας ἢ περιττὰς ἢ ἐκτεῖναι τὸν δάκτυλον ἢ συστεῖλαι, τῶν προτέρων ἀδιαφόρων οὐκέθ’ οὕτως λεγομένων· ὁρμῆς γάρ ἐστιν ἐκεῖνα καὶ ἀφορμῆς κινητικά, διὸ τὰ μὲν αὐτῶν ἐκλέγεται, ⟨τὰ δὲ ἀπεκλέγεται⟩, τῶν ἑτέρων ἐπίσης ἐχόντων πρὸς αἵρεσιν καὶ φυγήν.

[120] [152] Est et horum, Lucili, quae appellamus media, grande discrimen. non enim sic mors indifferens est, quomodo utrum capillos pares habeas.

[121] [153] Ἔτι δὲ τῶν ἀδιαφόρων φασὶ τὰ μὲν εἶναι ὁρμῆς κινητικά, τὰ δὲ ἀφορμῆς, τὰ δὲ οὔτε ὁρμῆς οὔτε ἀφορμῆς. Ὁρμῆς μὲν οὖν κινητικά, ἅπερ ἐλέγομεν εἶναι κατὰ φύσιν· ἀφορμῆς δὲ ὅσα παρὰ φύσιν· οὔτε δὲ ὁρμῆς οὔτε ἀφορμῆς τὰ μηδετέρως ἔχοντα, οἷά ἐστι τὸ περιττὰς ἢ ἀρτίας ἔχειν τὰς τρίχας.

[122] [154] οὐκ ἀγαθὸν δ’ οἱ ἀπὸ τῆς Στοᾶς ἔλεξαν αὐτὴν (scil. τὴν ὑγείαν) ἀλλ’ ἀδιάφορον. Τὸ ἀδιάφορον δ’ οἴονται λέγεσθαι τριχῶς, καθ’ ἕνα μὲν τρόπον πρὸς ὃ μήτε ὁρμὴ μήτε ἀφορμὴ γίγνεται, οἷόν ἐστι τὸ περιττοὺς ἢ ἀρτίους εἶναι τοὺς ἀστέρας ἢ τὰς ἐπὶ τῇ κεφαλῇ τρίχας, καθ’ ἕτερον δὲ πρὸς ὃ ὁρμὴ μὲν καὶ ἀφορμὴ γίγνεται, οὐ μᾶλλον δὲ πρὸς τόδε ἢ τόδε, οἷον ἐπὶ δυοῖν δραχμῶν ἀπαραλλάκτων τῷ τε χαρακτῆρι καὶ τῇ λαμπρότητι, ὅταν δέῃ τὴν ἑτέραν αὐτῶν αἱρεῖσθαι· ὁρμὴ μὲν γὰρ γίγνεται πρὸς τὸ ἕτερον αὐτῶν, οὐ μᾶλλον δὲ πρὸς τόδε ἢ τόδε, κατὰ δὲ τρίτον καὶ τελευταῖον τρόπον φασὶν ἀδιάφορον τὸ μήτε πρὸς εὐδαιμονίαν μήτε πρὸς κακοδαιμονίαν συλλαμβανόμενον. Καθ’ ὃ σημαινόμενόν φασι τήν τε ὑγείαν καὶ νόσον καὶ πάντα τὰ σωματικὰ καὶ τὰ πλεῖστα τῶν ἐκτὸς ἀδιάφορα τυγχάνειν διὰ τὸ μήτε πρὸς εὐδαιμονίαν μήτε πρὸς κακοδαιμονίαν συντείνειν. Ὧι γὰρ ἔστιν εὖ καὶ κακῶς χρῆσθαι τοῦτ’ ἂν εἴη ἀδιάφορον· διὰ παντὸς δ’ ἀρετῇ μὲν καλῶς, κακίᾳ δὲ κακῶς, ὑγείᾳ δὲ καὶ τοῖς περὶ σώματι ποτὲ μὲν εὖ ποτὲ δὲ κακῶς ἔστι χρῆσθαι, διὸ ταῦτ’ ἂν εἴη ἀδιάφορα. Ἤδη δὲ τῶν ἀδιαφόρων φασὶ τὰ μὲν εἶναι προηγμένα τὰ δ’ ἀποπροηγμένα τὰ δὲ μήτε προηγμένα μήτε ἀποπροηγμένα· καὶ προηγμένα μὲν εἶναι τὰ ἱκανὴν ἀξίαν ἔχοντα, ἀποπροηγμένα δὲ τὰ ἱκανὴν ἀπαξίαν ἔχοντα, μήτε δὲ προῆχθαι μήτε ἀποπροῆχθαι οἷον τὸ ἐκτεῖναι ἢ συγκάμψαι τὸν δάκτυλον καὶ πᾶν ὃ τούτῳ παραπλήσιόν ἐστιν. Τάττεσθαι δ’ ἐν μὲν τοῖς προηγμένοις τήν τε ὑγείαν καὶ τὴν ἰσχὺν καὶ τὸ κάλλος πλοῦτόν τε καὶ δόξαν καὶ τὰ ἐοικότα, ἐν δὲ τοῖς ἀποπροηγμένοις νόσον καὶ πενίαν καὶ ἀλγηδόνα καὶ τὰ ἀνάλογα. ὧδε μὲν καὶ οἱ ἀπὸ τῆς Στοᾶς.

Cf. Pyrrh. Hypot. III 191.

[123] [155] Ἔτι δὲ μᾶλλον τῇ ἀποδείξει τὸ ἐναντίωμα ποιοῦσι φανερώτερον. Ὧι γὰρ ἔστιν εὖ χρήσασθαι καὶ κακῶς, τοῦτό φασι μήτ’ ἀγαθὸν εἶναι, μήτε κακόν. Πλούτῳ δὲ καὶ ὑγιείᾳ καὶ ῥώμῃ σώματος κακῶς χρῶνται πάντες οἱ ἀνόητοι. Διόπερ οὐδέν ἐστι τούτων ἀγαθόν.

[156] Τὰ αὐτὰ πράγματα ληπτὰ καὶ οὐχ αἱρετά, καὶ οἰκεῖα καὶ οὐκ ἀγαθά, καὶ ἀνωφελῆ μέν, εὔχρηστα δέ, καὶ οὐδὲν μὲν πρὸς ἡμᾶς, ἀρχὰς δὲ τῶν καθηκόντων ὀνομάζοντες.