[976] Aëtius Plac. I 27, 3. Πλάτων ἐγκρίνει μὲν τὴν εἱμαρμένην ἐπὶ τῶν ἀνθρωπίνων ψυχῶν καὶ βίων, συνεισάγει δὲ καὶ τὴν παρ’ ἡμᾶς αἰτίαν. οἱ Στωϊκοὶ Πλάτωνι ἐμφερῶς· καὶ τὴν μὲν ἀνάγκην ἀνίκητόν φασιν αἰτίαν καὶ βιαστικήν, τὴν δὲ εἱμαρμένην συμπλοκὴν αἰτιῶν τεταγμένην, ἐν ᾗ συμπλοκῇ καὶ τὸ παρ’ ἡμᾶς, ὥστε τὰ μὲν εἱμάρθαι, τὰ δὲ ἀνειμάρθαι.