[961] Alexander Aphrod. de fato cp. 10 p. 177, 7 Bruns. ὅμοιον δὲ τούτῳ καὶ τὸ λέγειν, τὸ ἀξίωμα τὸ “ἔσται αὔριον ναυμαχία” ἀληθὲς μὲν εἶναι δύνασθαι, οὐ μέντοι καὶ ἀναγκαῖον. ἀναγκαῖον μὲν γὰρ τὸ ἀεὶ ἀληθές, τοῦτο δὲ οὐκέτ’ ἀληθὲς μένει, ἐπειδὰν ἡ ναυμαχία γένηται. εἰ δὲ μὴ τοῦτο ἀναγκαῖον, οὐδὲ τὸ ὑπ’ αὐτοῦ σημαινόμενον ἐξ ἀνάγκης τὸ ἔσεσθαι ναυμαχίαν. εἰ δὲ ἔσται μέν, οὐκ ἐξ ἀνάγκης δὲ (ἀληθοῦς ὄντος τοῦ ἔσεσθαι ναυμαχίαν, οὐκ ἐξ ἀνάγκης δέ) ἐνδεχομένως δηλονότι. εἰ δὲ ἐνδεχομένως, οὐκ ἀναιρεῖται τὸ ἐνδεχομένως τινὰ γίνεσθαι ὑπὸ τοῦ πάντα γίνεσθαι καθ’ εἱμαρμένην.