[960] Alexander Aphrod. de fato cp. 10 p. 177, 2. σῴζοντες δὲ τὴν τοῦ δυνατοῦ φύσιν οὕτως ὡς εἰρήκαμεν, διὰ τοῦτό φασιν μηδὲ τὰ γιγνόμενα καθ’ εἱμαρμένην, καίτοι ἀπαραβάτως γιγνόμενα, ἐξ ἀνάγκης γίνεσθαι, ὅτι ἐστὶν αὐτοῖς δυνατὸν γενέσθαι καὶ τὸ ἀντικείμενον, δυνατὸν ⟨ὂν⟩ οὕτως ὡς προείρηται.