Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 859

[859] Galenus de instrum. odoratus 3. Vol. II 862 K. φωτοειδέστατον μὲν οὖν ἐποίησεν (scil. ἡ φύσις) τὸ τῆς ὄψεως ὄργανον, ὡς ἂν καὶ μόνον αὐγῆς καὶ φωτὸς αἰσθανόμενον, ἀερῶδες τὸ τῆς ἀκοῆς, αἰσθητικὸν ἐσόμενον καὶ τοῦτο τῶν κατὰ τὸν ἀέρα ψόφων. οὕτω δὲ καὶ τὸ τῶν χυμῶν διαγνωστικὸν ὄργανον, τὴν γλῶτταν, ἐκ τῆς ὑγροτέρας ἰδέας τοῦ σώματος ἡ φύσις εἰργάσατο. μεταξὺ δὲ ἀέρος τε καὶ ὑγροῦ [καὶ πυρὸς] τὸ τῆς ὀσφρήσεως ἐστιν αἰσθητόν, οὔθ’ οὕτω λεπτομερὲς ὑπάρχον, ὡς ὁ ἀήρ, οὔθ’ οὕτω παχυμερές, ὡς τὸ ὑγρόν. ὅσον γὰρ ἀποῤῥεῖ τῶν σωμάτων ἑκάστου, τοῦτ’ ἐστὶ τῶν ὀσφρητῶν ἡ οὐσία.