[858] Potinus Ennead. IV lib. VII 7 (Vol. II p. 111, 10 Mü.). ὅταν δάκτυλον λέγηται ἀλγεῖν ἄνθρωπος, ἡ μὲν ὀδύνη περὶ τὸν δάκτυλον δήπουθεν, ἡ δ’ αἴσθησις τοῦ ἀλγεῖν δῆλον ὅτι ὁμολογήσουσιν ὡς περὶ τὸ ἡγεμονοῦν γίγνεται· ἄλλου δὴ ὄντος τοῦ πονοῦντος μέρους τοῦ πνεύματος, τὸ ἡγεμονοῦν αἰσθάνεται καὶ ὅλη ἡ ψυχὴ τὸ αὐτὸ πάσχει. πῶς οὖν τοῦτο συμβαίνει; διαδόσει, φήσουσι, παθόντος μὲν πρώτως τοῦ περὶ τὸν δάκτυλον ψυχκοῦ πνεύματος, μεταδόντος δὲ τῷ ἐφεξῆς καὶ τούτου ἄλλῳ, ἕως οὗ πρὸς τὸ ἡγεμονοῦν ἀφίκοιτο.