[792] Alexander Aphrod. de anima libri mant. p. 117 (argumenta Stoicorum enumerat, quibus animam corpus esse probabant). 1. οὔτε γὰρ ἐπεὶ κατηγορεῖται τὸ ὅμοιον αὐτῆς, διὰ τοῦτό ἐστιν σῶμα. - 9. ἀλλὰ καὶ ὁ λόγος ψευδὴς ὁ λέγων ἀσώματον σώματι μὴ συμπάσχειν, ὥστε μὴ εἶναι ἀσώματον τὴν ψυχήν. - 21. οὐχ ὑγιὴς δὲ λόγος οὐδὲ ὁ λέγων μηδὲν ἀσώματον σώματος χωρίζεσθαι, τὴν δὲ ψυχὴν τοῦ σώματος χωρίζεσθαι, ὥστε μὴ εἶναι ἀσώματον. - 28. οὐκ ἀληθὲς δὲ οὐδὲ τὸ λέγειν ταῦτα χωρίζεσθαι ἀπ’ ἀλλήλων, ὅσα ἅπτεται ἀλλήλων. - 30. ἔτι οὐκ ἀληθὲς τὸ ᾧ ἀναπνέομεν, τούτῳ ἐσμὲν ἔμπνοι, τῇ δὲ ψυχῇ ἔμψυχοι· οὐδὲ εἰ ἄνευ τοῦ συμφύτου πνεύματος μὴ δύναιτο τὰ ζῷα εἶναι, διὰ τοῦτο τοῦτό ἐστι ψυχή.