Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 704

[704] Diogenes Laërt. VII 153. ἀστραπὴν δὲ ἔξαψιν νεφῶν παρατριβομένων ἢ ῥηγνυμένων ὑπὸ πνεύματος, ὡς Ζήνων ἐν τῷ περὶ τοῦ ὅλου· βροντὴν δὲ τὸν τούτων ψόφον ἐκ παρατρίψεως ἢ ῥήξεως· κεραυνὸν δὲ ἔξαψιν σφοδρὰν μετὰ πολλῆς βίας πίπτουσαν ἐπὶ γῆς, νεφῶν παρατριβομένων ἢ ῥηγνυμένων· οἱ δὲ συστροφὴν πυρώδους ἀέρος βιαίως καταφερομένην. τυφῶνα δὲ κεραυνὸν πολύν, βίαιον καὶ πνευματώδη ἢ πνεῦμα καπνῶδες ἐῤῥωγότος νέφους· πρηστῆρα νέφος περισχισθὲν πυρὶ μετὰ πνεύματος.