Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 703

[703] Stobaeus ecl. I p. 233 9 W. Χρύσιππος ἀστραπὴν ἔξαψιν νεφῶν ἐκτριβομένων ἢ ῥηγνυμένων ὑπὸ πνεύματος, βροντὴν δ’ εἶναι τὸν τούτων ψόφον· ἅμα δὲ γίνεσθαι ἐν τῷ ἀέρι βροντήν τε καὶ ἀστραπήν, πρότερον δὲ τῆς ἀστραπῆς ἀντιλαμβάνεσθαι ἡμᾶς διὰ τὸ τῆς ἀκοῆς ὀξυτέραν εἶναι τὴν ὅρασιν· ὅταν δ’ ἡ τοῦ πνεύματος φορὰ σφοδροτέρα γένηται καὶ πυρώδης, κεραυνὸν ἀποτελεῖσθαι, ὅταν δ’ ἄθρουν ἐκπέσῃ τὸ πνεῦμα καὶ ἧττον πεπυρωμένον, πρηστῆρα γίγνεσθαι, ὅταν δ’ ἔτι ἧττον ᾖ πεπυρωμένον τὸ πνεῦμα, τυφῶνα (DDG p. 369b, 34 Aët. Plac. III 3, 13).