Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 701

[701] Stobaeus ecl. I p. 245, 23 W. Χρυσίππου. Χρύσιππος ἔφησε τὴν ὁμίχλην νέφος διακεχυμένον, ἢ ἀέρα πάχος ἔχοντα· δρόσον δὲ ἐξ ὁμίχλης καταφερόμενον ὑγρόν· ὑετὸν δὲ φορὰν ὕδατος ἐκ νεφῶν· ὄμβρον δὲ λάβρου ὕδατος καὶ πολλοῦ ἐκ νεφῶν φοράν· χάλαζαν δὲ ὑετοῦ πεπηγότος διάθρυψιν· χιόνα δὲ νέφος πεπηγὸς ἢ νέφους πῆξιν· τὸ δ' ἐπὶ τῆς γῆς πεπηγὸς ὕδωρ κρύσταλλον· πάχνην δὲ δρόσον πεπηγυῖαν (Diels Arii Didymi epit. phys. fragm. 35).