Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 700

[700] Scholia Hesiod. Theog. v. 148. “Κόττος τε Βριάρεώς τε Γύγης θ'.” — — οὗτοι δὲ λέγονται ἐκνεφίαι ἄνεμοι· εἰσὶ δὲ ἁρπακτικοὶ πάντες. διὰ τοῦτο καὶ ἑκατόγχειρες μυθικῶς, διὰ τὸ ὁρμητικὸν τῆς μάχης. Κόττος, Βριάρεως καὶ Γύγης οἱ τρεῖς καιροί εἰσιν· Κόττος ἡ ὀργὴ τοῦ καύματος ἤγουν ὁ θερινός· Βριάρεως τὸ ἔαρ, παρὰ τὸ βρύειν καὶ αὔξεσθαι τὰ φυτά. Γύγης δὲ ὁ χειμερινὸς καιρός. οὓς καὶ ἑκατόγχειρας καλεῖ διὰ τὸ πολλὰς ἐνεργείας ἔχειν.