[69] Sextus adv. math. VII 426. ζητούντων ἡμῶν τίς ἐστιν ἡ καταληπτικὴ φαντασία, ὁριζόμενοί φασιν “ἡ ἀπὸ ὑπάρχοντος etc. etc.” εἶτα πάλιν (ἐπεὶ πᾶν τὸ ὁρικῶς διδασκόμενον ἐκ γινωσκομένων διδάσκεται) προσανακρινόντων ἡμῶν τί ποτ’ ἔστι καὶ τὸ ὑπάρχον, ἀναστρέψαντές φασιν ὅτι ὑπάρχον ἐστὶν ὃ κινεῖ καταληπτικὴν φαντασίαν.