[68] Sextus adv. math. VII 424 (Carneades). ἵνα γε μὴν αἰσθητικὴ γένηται φαντασία κατ’ αὐτούς (scil. Stoicos), οἷον ὁρατικὴ, δεῖ πέντε συνδραμεῖν, τό τε αἰσθητήριον καὶ τὸ αἰσθητὸν καὶ τὸν τόπον καὶ τὸ πῶς καὶ τὴν διάνοιαν, ὡς ἐὰν τῶν ἄλλων παρόντων ἓν μόνον ἀπῇ, καθάπερ διάνοια παρὰ φύσιν ἔχουσα, οὐ σωθήσεται, φασίν, ἡ ἀντίληψις.