Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 614

[614] Iustinus Apol. I 20. Οἱ λεγόμενοι δὲ Στωϊκοὶ φιλόσοφοι καὶ αὐτὸν τὸν θεὸν εἰς πῦρ ἀναλύεσθαι δογματίζουσι καὶ αὖ πάλιν κατὰ μεταβολὴν τὸν κόσμον γενέσθαι λέγουσιν. ibid. τῷ γὰρ λέγειν ἡμᾶς ὑπὸ θεοῦ πάντα κεκοσμῆσθαι καὶ γεγενῆσθαι, Πλάτωνος δόξομεν λέγειν δόγμα· τῷ δὲ ἐκπύρωσιν γενέσθαι Στωϊκῶν. idem II 7. οὕτω γὰρ ἡμεῖς τὴν ἐκπύρωσιν φαμὲν γενήσεσθαι, ἀλλ’ οὐχ ὡς οἱ Στωϊκοὶ κατὰ τὸν τῆς εἰς ἄλληλα πάντων μεταβολῆς λόγον.