[613] Philo de incorrupt. mund. 235, 13 B. (p. 15, 4 Cumont). καὶ μὴν οἵ γε τὰς ἐκπυρώσεις καὶ τὰς παλιγγενεσίας εἰσηγούμενοι τοῦ κόσμου νομίζουσι καὶ ὁμολογοῦσι τοὺς ἀστέρας θεοὺς εἶναι, οὓς τῷ λόγῳ διαφθείρειν οὐκ ἐρυθριῶσιν. ἔδει γὰρ ἢ μύδρους διαπύρους ἀποφήνασθαι, καθάπερ ἔνιοι...... ἢ θείας ἢ δαιμονίας φύσεις νομίζοντας τὴν ἁρμόττουσαν θεοῖς ἀφθαρσίαν προσομολογῆσαι. νυνὶ δὲ τοσοῦτον δόξης ἀληθοῦς διήμαρτον, ὥστε λελήθασιν αὑτοὺς καὶ τῇ προνοίᾳ - ψυχὴ δ’ ἐστὶ τοῦ κόσμου - φθορὰν ἐπιφέροντες, ἐξ ὧν ἀνακόλουθα φιλοσοφοῦσιν (sequitur locus Chrysippi περὶ Αὐξανομένου n. 397).