[564] Scholia Hesiod. Theogon. v. 116. οἱ δὲ εἰρῆσθαί φασι χάος παρὰ τὸ χεῖσθαι, ὅ ἐστι χέεσθαι· οἱ δέ φασιν ἀπὸ τοῦ χαδεῖν, ὅ ἐστι χωρεῖν· “Ἥρη δ’ οὐκ ἔχαδε χόλον.” ἡ οὖν εἰς τὰ στοιχεῖα διάκρισις καὶ διαχώρησις χάος. οἱ δὲ τὸ ὕδωρ λέγουσιν, ἐκ τοῦ οὐρανίου ὕδατος ἀναδιδόμενον, ὥσπερ ἀὴρ σκοτεινός, ἄλλοι δὲ τὸν ἀέρα, ἤγουν τὸν κεχυμένον ἐν τῷ μεταξὺ γῆς καὶ οὐρανοῦ.