Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 563

[563] Scholia Hesiod. Theogon. 119. λέγει δὲ τὸν ἀέρα τὸν τὴν γῆν περιέχοντα καὶ τὸ περὶ αὐτήν. εἶναι δὲ εἰκός, τοῦτον ἐξ ἐλάσσονος ὑγροῦ εἰς πλείονα ὄγκον διαχεόμενον καὶ ἀτμιζόμενον τεταράχθαι, μέχρι ἂν λάβῃ τὸν ἥλιον. τότε γὰρ τῷ ἡλίῳ συμπαρεκτείνεται, ὥσπερ τῷ πυρακτωθέντι σιδήρῳ τὸ πῦρ. ἄλλως. Τάρταρα τὸν ἀέρα ἀπὸ τοῦ ταράττεσθαι, ἐπειδή, ὥς φασιν, ἕως ὧδε εἶπε τὰ δʹ στοιχεῖα.