Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 553

[553] Themistius paraphr. in Aristot. Phys. IV 8 p. 294 Sp. τοῦτο καὶ πρὸς τοὺς περὶ Χρύσιππον ῥητέον, διὰ τί ὁ κόσμος οὐκ εἰς ἄπειρον οἰσθήσεται φερόμενος ἐπὶ πᾶν τοῦ κενοῦ μέρος ὁμοίως, ἢ διὰ τί ἐνταῦθα μὲν βούλονται στηρίζειν αὐτόν; πρὸς μὲν γὰρ τὸ μὴ διασπᾶσθαι ἀρκείτω ἡ συνέχουσα ἕξις, πρὸς δὲ τὸ ὅλον μετὰ τῆς συνεχούσης ἕξεως ἐνταῦθα μένειν, τί ἂν ποιοῖ.