Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 552

[552] Alexander Aphrod. apud Simplicium in Aristot. phys. p. 671, 4. (λέγει δὲ ὁ Ἀλέξανδρος ὅτι) δυνατὸν τούτῳ τῷ ἐπιχειρήματι καὶ πρὸς τοὺς Στωϊκοὺς χρήσασθαι ἄπειρον κενὸν λέγοντας ἐκτὸς περιέχειν τὸν κόσμον. διὰ τὶ γὰρ ἀπείρου ὄντος τοῦ κενοῦ ἐνταῦθα οὗ ἐστι μένει ὁ κόσμος καὶ οὐ φέρεται; ἢ εἰ φέρεται, τί μᾶλλον ἐνταῦθα ἢ ἀλλαχοῦ; τὸ γὰρ κενὸν ἀδιάφορον καὶ ὁμοίως ὑπεῖκον πανταχῇ· εἰ δὲ λέγουσιν, ὅτι τῆς ἕξεως τῆς αὐτῆς αὐτὸν συνεχούσης μένει, πρὸς μὲν τὸ μὴ σκεδάννυσθαι αὐτοῦ τὰ μόρια καὶ διασπᾶσθαι καὶ ἄλλο ἀλλαχοῦ φέρεσθαι συνεργοίη ἄν τι ἴσως ἡ ἕξις· πρὸς δὲ τὸ ὅλον μετὰ τῆς συνεχούσης ἕξεως μένειν, ἀλλὰ μὴ φέρεσθαι, οὐδὲν ἔτι ἡ ἕξις ποιήσει.