Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 368

[368] Achilles Isagoge 14 p. 134 in Petav. Uranol. (Τί μὲν ἀστήρ, τί δὲ ἄστρον;) σώματα ἡνωμένα λέγεσθαι ὅσα ὑπὸ μιᾶς ἕξεως κρατεῖται, οἷον λίθος, ξύλον· ἔστι δὲ ἕξις πνεῦμα σώματος συνεκτικόν. συνημμένα δὲ ὅσα οὐχ ὑπὸ μιᾶς ἕξεως δέδεται, ὡς πλοῖον καὶ οἰκία· τὸ μὲν γὰρ ἐκ πολλῶν σανίδων, ἡ δὲ ἐκ πολλῶν λίθων σύγκειται. διεστῶτα δὲ ὡς χορός. τῶν δὲ τοιούτων διτταὶ αἱ διαφοραί. τὰ μὲν γὰρ ἐξ ὡρισμένων σωμάτων καὶ ἀριθμῷ ληπτῶν ὡς χορός, τὰ δὲ ἐξ ἀορίστων ὡς ὄχλος. εἴη οὖν ⟨ἂν⟩ ὁ μὲν ἀστὴρ σῶμα ἡνωμένον, τὸ δὲ ἄστρον ἐκ διεστώτων καὶ ὡρισμένων· ἀριθμὸς γὰρ ἀστέρων ἐφ’ ἑκάστου δείκνυται.