[367] Plutarchus de defectu oraculorum cp. 29. οὐ γὰρ ἐνταῦθα μὲν ἔν συνίσταται σῶμα πολλάκις ἐκ διεστώτων σωμάτων, οἷον ἐκκλησία καὶ στράτευμα καὶ χορός· ὧν ἑκάστῳ καὶ ζῆν καὶ φρονεῖν καὶ μανθάνειν συμβέβηκεν, ὡς οἴεται Χρύσιππος· ἐν δὲ τῷ παντὶ δέκα κόσμους — — ἑνὶ χρῆσθαι λόγῳ — — ἀδύνατόν ἐστιν.