Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 33

[33] Plut. de comm. not. cp. 1 p. 1050b (Stoicus aliquis dicit): ὡς οὐκ ἀπὸ τύχης ἀλλ’ ἐκ προνοίας θεῶν νομίζοι μετ’ Ἀρκεσίλαον καὶ πρὸ Καρνεάδου γεγονέναι Χρύσιππον. — — Χρύσιππος οὖν ἐν μέσῳ γενόμενος ταῖς πρὸς Ἀρκεσίλαον ἀντιγραφαῖς καὶ τὴν Καρνεάδου δεινότητα ἐνέφραξε, πολλὰ μὲν τῇ αἰσθήσει καταλιπὼν ὥσπερ εἰς πολιορκίαν βοηθήματα, τὸν δὲ περὶ τὰς προλήψεις καὶ τὰς ἐννοίας τάραχον ἀφελὼν παντάπασι καὶ διορθώσας ἑκάστην καὶ θέμενος εἰς τὸ οἰκεῖον· ὥστε καὶ τοὺς αὖθις ἐκκρούειν τὰ πράγματα καὶ παραβιάζεσθαι βουλομένους μηδὲν περαίνειν ἀλλ’ ἐλέγχεσθαι κακουργοῦντας καὶ σοφιζομένους.