Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 32

[32] Plut. de Stoic. repugn. cp. 10 p. 1036b. ὅτι δ’ αὐτὸς (scil. Chrysippus) οὐκ ἐν ὀλίγοις ἀλλὰ πολλαχοῦ τοὺς ἐναντίους οἷς δοκιμάζει λόγους κατεσκεύακεν ἐῤῥωμένως καὶ μετὰ σπουδῆς καὶ φιλοτιμίας τοσαύτης, ὥστε μὴ παντὸς εἶναι καταμαθεῖν τὸ ἀρέσκον ⟨αὐτῷ⟩, αὐτοὶ δήπου λέγουσι (scil. Stoici), τὴν δεινότητα θαυμάζοντες τἀνδρός καὶ τὸν Καρνεάδην οὐδὲν οἰόμενοι λέγειν ἴδιον, ἀλλ’ ἐξ ὧν ἐπεχείρησε Χρύσιππος εἰς τοὐναντίον ὁρμώμενον ἐπιτίθεσθαι τοῖς λόγοις αὐτοῦ καὶ πολλάκις παραφθέγγεσθαι (Z 407) “δαιμόνιε, φθίσει σε τὸ σὸν μένος” ὡς μεγάλας ἀφορμὰς καθ’ ἑαυτοῦ διδόντα τοῖς κινεῖν τὰ δόγματα καὶ διαβάλλειν βουλομένοις.