Pular para o conteúdo

Fragmenta logica et physica

Crisipo · Parte 274

[274] Diocles Magnes apud Diog. Laërt. VII 82. καὶ ἄποροι δέ τινές εἰσι λόγοι, ἐγκεκαλυμμένοι καὶ διαλεληθότες καὶ σωρεῖται καὶ κερατίδες καὶ οὔτιδες. ἔστι δὲ ἐγκεκαλυμμένος οἷον ὁ τοιοῦτος “οὐχὶ τὰ μὲν δύο ὀλίγα ἐστίν, οὐχὶ δὲ καὶ τὰ τρία, οὐχὶ δὲ καὶ ταῦτα μέν, οὐχὶ δὲ καὶ τὰ τέσσαρα, καὶ οὕτω μέχρι τῶν δέκα· τὰ δὲ δύο ὀλίγα ἐστίν· καὶ τὰ δέκα ἄρα”. οὔτις δέ ἐστι λόγος συνακτικὸς [καὶ] ἐξ ἀορίστου καὶ ὡρισμένου συνεστώς, πρόσληψιν δὲ καὶ ἐπιφορὰν ἔχων, οἷον· “εἰ τίς ἐστιν ἐνταῦθα, οὐκ ἔστιν ἐκεῖνος ἐν Ῥόδῳ· ⟨ἀλλὰ μὴν ἔστι τις ἐνταῦθα· οὐκ ἄρα τις ἔστιν ἐν Ῥόδῳ⟩”.