[273] Anonymi scholia inm status Walz. Rh. Gr. VII 1 p. 383. ὅπου γε καὶ παρὰ τοῖς Στωϊκοῖς καλεῖταί τις διάλληλος λόγος, ὅς ἐστιν ἀναπόδεικτος· οἷον ποῦ Θέων οἰκεῖ, ἔνθα Δίων, καὶ ποῦ Δίων, ἔνθα Θέων· ὁ δὲ τοιοῦτος λόγος, ὁ διάλληλός φημι τὴν ἀπόδειξιν ἔχειν, ἀναπόδεικτός τέ ἐστι καὶ πέρας αὐτοῦ οὐδὲν γίγνεται, ὅταν τὰ σημεῖα τοῦ πράγματος δι' ἀλλήλων συγκατασκευάζηται.