[1202] Photius lexicon s. v. νεοττός· — — ὅτι δὲ τὸ ὠχρὸν νεοττὸν ἔλεγον, μαρτυρεῖ καὶ Χρύσιππος ἐν τῷ περὶ χρησμῶν· “ὄναρ γάρ τινα φασὶν θεασάμενον ἐκ τῆς κλίνης αὐτοῦ κρέμασθαι ὠὰ προσαναθέσθαι ὀνειροκρίτῃ, τὸν δὲ εἰπεῖν. ὀρύττων θησαυρὸν εὑρήσεις κατὰ τὸν τόπον ἐκεῖνον· εὑρόντα δὲ σταμνίον, ἐν ᾧ ἀργύριον ἦν καὶ χρυσίον, ἐνεγκεῖν τι τοῦ ἀργυρίου τῷ μάντει· τὸν δὲ μάντιν εἰπεῖν· τοῦ δὲ νεοττοῦ οὐδέν μοι δίδως;”